Humanitext Reader

希罗多德 · 历史 §9.22.1-9.22.3

马西斯提乌斯阵亡与波斯夺尸总攻

第 1477 段,共 1577 段 · 希腊语

内容简介

在埃律特莱的战斗中,波斯骑兵将领马西斯提乌斯落马并被雅典精锐部队杀死。起初波斯骑兵并未注意到他的死亡,但在得知事实后,他们全员发起冲锋以夺回他的遗体。

§9.22.1οὗτοι ἦσαν οἵ τε ὑποδεξάμενοι καὶ οἱ πρὸ τῶν ἄλλων τῶν παρεόντων Ἑλλήνων ἐς Ἐρυθρὰς ταχθέντες, τοὺς τοξότας προσελόμενοι.
这些人就是承担了任务、并在场内其他希腊人之前被部署到埃律特莱的人,他们还把弓箭手选拔出来加入了自己的队伍。
μαχομένων δὲ σφέων ἐπὶ χρόνον τέλος τοιόνδε ἐγένετο τῆς μάχης.
他们战斗了一段时间后,战局的结局如下。
προσβαλλούσης τῆς ἵππου κατὰ τέλεα, ὁ Μασιστίου προέχων τῶν ἄλλων ἵππος βάλλεται τοξεύματι τὰ πλευρά, ἀλγήσας δὲ ἵσταταί τε ὀρθὸς καὶ ἀποσείεται τὸν Μασίστιον·
当骑兵按中队发起进攻时,马西斯提乌斯那匹走在其他马前面的坐骑被箭射中了肋腹,它因疼痛而直立起来,把马西斯提乌斯摔了下去。
§9.22.2πεσόντι δὲ αὐτῷ οἱ Ἀθηναῖοι αὐτίκα ἐπεκέατο.
他一落马,雅典人便立刻向他扑了过去。
τόν τε δὴ ἵππον αὐτοῦ λαμβάνουσι καὶ αὐτὸν ἀμυνόμενον κτείνουσι, κατʼ ἀρχὰς οὐ δυνάμενοι.
他们夺走了他的马,并杀死了正在自卫的他,起初他们无法做到这一点。
ἐνεσκεύαστο γὰρ οὕτω· ἐντὸς θώρηκα εἶχε χρύσεον λεπιδωτόν, κατύπερθε δὲ τοῦ θώρηκος κιθῶνα φοινίκεον ἐνεδεδύκεε.
因为他的装备是这样的:内里穿着一件金色的鳞甲胸铠,而在胸铠外面则穿着一件深红色的短袍。
τύπτοντες δὲ ἐς τὸν θώρηκα ἐποίευν οὐδέν, πρίν γε δὴ μαθών τις τὸ ποιεύμενον παίει μιν ἐς τὸν ὀφθαλμόν.
他们猛击胸铠却无济于事,直到有人看清了缘由,一刺中了他的眼睛。
οὕτω δὴ ἔπεσέ τε καὶ ἀπέθανε.
就这样,他倒下死去了。
§9.22.3ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς ἄλλους ἱππέας· οὔτε γὰρ πεσόντα μιν εἶδον ἀπὸ τοῦ ἵππου οὔτε ἀποθνήσκοντα, ἀναχωρήσιός τε γινομένης καὶ ὑποστροφῆς οὐκ ἔμαθον τὸ γινόμενον.
然而,所发生的这一切不知怎地并未被其他骑兵发觉;因为他们既没有看见他落马,也没有看见他死去,而且由于当时正在进行撤退和回转,他们并不了解所发生的情况。
ἐπείτε δὲ ἔστησαν, αὐτίκα ἐπόθεσαν, ὥς σφεας οὐδεὶς ἦν ὁ τάσσων μαθόντες δὲ τὸ γεγονός, διακελευσάμενοι ἤλαυνον τοὺς ἵππους πάντες, ὡς ἂν τὸν νεκρὸν ἀνελοίατο.
但当他们停下来时,立刻便怀念起他来,因为没有人来整顿他们的队列;待得知发生的事情后,他们互相鼓励,全员策马向前冲去,以便收回他的遗体。

词汇与语法注释

  1. §9.22.1βάλλεται τοξεύματι τὰ πλευρά — 对应被动语态动词 `βάλλεται`,`τὰ πλευρά`(肋腹)充当关系宾格(或限定宾格),限定动作所涉及的具体部位。`τοξεύματι` 是手段与格。
  2. §9.22.2πρίν γε δὴ μαθών τις τὸ ποιεύμενον παίει — 紧接含有否定意义的主句(`ἐποίευν οὐδέν`,“他们无济于事”),连词 `πρίν` 接直陈语气(此处为历史现在时 `παίει`),表示过去发生的既成事实(“直到……终于……”)。分词 `μαθών`(`μανθάνω` 的不定过去时主动分词)修饰 `παίει`,意为“看清了缘由/理解了情况”。
  3. §9.22.3γινόμενα ἐλελήθεε τοὺς ἄλλους ἱππέας — 动词 `λανθάνω`(此处为过去完成时 `ἐλελήθεε`,“未被察觉”)与分词 `γινόμενα`(源于 `γίνομαι`)连用的构文。字面意思是“发生的这些事避开了其他骑兵的注意”,即“其他骑兵没有察觉到这些事情的发生”。
  4. §9.22.3ὡς ἂν τὸν νεκρὸν ἀνελοίατο — 由 `ὡς ἄν` 引导并接祈愿语气的目的从句,这是希罗多德文体的一个特征。动词 `ἀνελοίατο` 是 `ἀναιρέω` 的不定过去时中间语态祈愿语气第三人称复数形式,带有爱奥尼亚方言特有的尾缀 `-ατο`(相当于雅典方言的 `-ντο`)。

引用这一段

希罗多德, 历史 §9.22.1-9.22.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.22.1-9.22.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。