Humanitext Reader

希罗多德 · 历史 §9.120.1-9.120.4

干鱼异象与阿塔宇克特斯父子的受刑

第 1575 段,共 1577 段 · 希腊语

内容简介

在被俘的阿塔宇克特斯面前发生了干鱼跳动的奇迹,他将其解读为普罗特西拉乌斯复仇的预兆并提出巨额赎金,但被克桑提普斯拒绝,最终他与儿子一同被处死。

§9.120.1καί τεῳ τῶν φυλασσόντων λέγεται ὑπὸ Χερσονησιτέων ταρίχους ὀπτῶντι τέρας γενέσθαι τοιόνδε· οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντό τε καὶ ἤσπαιρον ὅκως περ ἰχθύες νεοάλωτοι.
据色索尼苏斯人说,在守卫中有一个正在烤干鱼的人身上发生了这样一件奇迹:放在火上的干鱼开始跳动和抽搐,就像刚捕获的活鱼一样。
§9.120.2καὶ οἳ μὲν περιχυθέντες ἐθώμαζον, ὁ δὲ Ἀρταΰκτης ὡς εἶδε τὸ τέρας, καλέσας τὸν ὀπτῶντα τοὺς ταρίχους ἔφη ξεῖνε Ἀθηναῖε, μηδὲν φοβέο τὸ τέρας τοῦτο·
周围的人围拢过来,大为惊异。 而阿塔宇克特斯一看到这奇迹,就召来那个烤干鱼的人说: “雅典的客人啊,你一点也不用害怕这个奇迹。
οὐ γὰρ σοὶ πέφηνε, ἀλλʼ ἐμοὶ σημαίνει ὁ ἐν Ἐλαιοῦντι Πρωτεσίλεως ὅτι καὶ τεθνεὼς καὶ τάριχος ἐὼν δύναμιν πρὸς θεῶν ἔχει τὸν ἀδικέοντα τίνεσθαι.
因为它并不是显现给你的,而是埃莱乌斯的普罗特西拉乌斯在向我示意:他虽然已经死去并像干鱼一样,但仍拥有来自神灵的力量,去惩罚对他行不义之人。
§9.120.3νῦν ὦν ἄποινά μοι τάδε ἐθέλω ἐπιθεῖναι, ἀντὶ μὲν χρημάτων τῶν ἔλαβον ἐκ τοῦ ἱροῦ ἑκατὸν τάλαντα καταθεῖναι τῷ θεῷ, ἀντὶ δʼ ἐμεωυτοῦ καὶ τοῦ παιδὸς ἀποδώσω τάλαντα διηκόσια Ἀθηναίοισι περιγενόμενος.
因此,现在我愿意支付这样的赎金:作为我从神殿中拿走的财宝的补偿,我将向这位神明奉献一百个塔兰同;而为了我自己和我的儿子,如果我能保全性命,我将向雅典人支付二百个塔兰同。
§9.120.4ταῦτα ὑπισχόμενος τὸν στρατηγὸν Ξάνθιππον οὐκ ἔπειθε·
” 尽管他做出了这样的许诺,却无法说服将军克桑提普斯。
οἱ γὰρ Ἐλαιούσιοι τῷ Πρωτεσίλεῳ τιμωρέοντες ἐδέοντό μιν καταχρησθῆναι, καὶ αὐτοῦ τοῦ στρατηγοῦ ταύτῃ νόος ἔφερε.
因为埃莱乌斯的人们为了给普罗特西拉乌斯复仇,请求将他处死,而将军本人的意愿也是如此。
ἀπαγαγόντες δὲ αὐτὸν ἐς τὴν Ξέρξης ἔζευξε τὸν πόρον, οἳ δὲ λέγουσι ἐπὶ τὸν κολωνὸν τὸν ὑπὲρ Μαδύτου πόλιος, πρὸς σανίδας προσπασσαλεύσαντες ἀνεκρέμασαν· τὸν δὲ παῖδα ἐν ὀφθαλμοῖσι τοῦ Ἀρταΰκτεω κατέλευσαν.
于是,他们将他带到薛西斯曾架设桥梁的海峡岸边——也有人说是带到马迪图斯城上方的山丘上——将他钉在木板上吊死;并在阿塔宇克特斯眼前,将他的儿子用石头砸死。

词汇与语法注释

  1. §9.120.1λέγεται ὑπὸ Χερσονησιτέων ταρίχους ὀπτῶντι τέρας γενέσθαι τοιόνδε — 无人称动词 ‘λέγεται’(据说)后接宾格不定式从句 ‘τέρας γενέσθαι τοιόνδε’(发生了这样的奇迹)。在此从句中,与格短语 ‘τεῳ τῶν φυλασσόντων ... ὀπτῶντι’ 取决于 ‘γενέσθαι’,表示“发生在某人身上”(源自 γίγνεταί τινι 结构)。介词短语 ‘ὑπὸ Χερσονησιτέων’ 表示 ‘λέγεται’ 的施事者。
  2. §9.120.2δύναμιν πρὸς θεῶν ἔχει τὸν ἀδικέοντα τίνεσθαι — 中动不定式 ‘τίνεσθαι’ 意为“惩罚/报复(为了自己)”,其直接宾语是现在分词的名词化用法 ‘τὸν ἀδικέοντα’(行不义之人)。介词短语 ‘πρὸς θεῶν’ 表示力量的来源(“来自神灵”)。
  3. §9.120.3περιγενόμενος — 动词 ‘περιγίγνομαι’(幸存、免于难)的不定过去时分词主格,此处作状语,表示假设条件:“如果我(免于处死而)活下来”。
  4. §9.120.4ἐς τὴν Ξέρξης ἔζευξε τὸν πόρον — 关系从句的先行词(可能是 ‘ἀκτήν’ 岸边,或 ‘χερρόνησον’ 半岛)被省略,且关系代词本身呈现为阴性单数宾格 ‘τὴν’,与被省略的名词保持一致。意为“到薛西斯曾架设桥梁的(那片海岸)”。

引用这一段

希罗多德, 历史 §9.120.1-9.120.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.120.1-9.120.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。