§9.120.1καί τεῳ τῶν φυλασσόντων λέγεται ὑπὸ Χερσονησιτέων ταρίχους ὀπτῶντι τέρας γενέσθαι τοιόνδε·
そして、番兵の一人で、干魚を焼いていた者に、ケルソネソスの人々によれば、次のような奇跡が起こったと言われている。
οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντό τε καὶ ἤσπαιρον ὅκως περ ἰχθύες νεοάλωτοι.
火の上に置かれていた干魚たちが、まるで捕れたての新魚のように、跳ねて身震いしたというのだ。
§9.120.2καὶ οἳ μὲν περιχυθέντες ἐθώμαζον, ὁ δὲ Ἀρταΰκτης ὡς εἶδε τὸ τέρας, καλέσας τὸν ὀπτῶντα τοὺς ταρίχους ἔφη
ξεῖνε Ἀθηναῖε, μηδὲν φοβέο τὸ τέρας τοῦτο·
周囲にいた者たちはこれに群がって驚いたが、アルタュクテスはその奇跡を見るや、干魚を焼いていた者を呼び寄せて言った。 「アテナイの客人よ、この奇跡を何も恐れることはない。
οὐ γὰρ σοὶ πέφηνε, ἀλλʼ ἐμοὶ σημαίνει ὁ ἐν Ἐλαιοῦντι Πρωτεσίλεως ὅτι καὶ τεθνεὼς καὶ τάριχος ἐὼν δύναμιν πρὸς θεῶν ἔχει τὸν ἀδικέοντα τίνεσθαι.
というのも、これはお前に現れたのではなく、エライウスにいるプロテシラオスが私に、自らは死んで干魚となっていても、神々の力によって、自分に不義を働く者に報復する力を得ているということを示しているからだ。
§9.120.3νῦν ὦν ἄποινά μοι τάδε ἐθέλω ἐπιθεῖναι, ἀντὶ μὲν χρημάτων τῶν ἔλαβον ἐκ τοῦ ἱροῦ ἑκατὸν τάλαντα καταθεῖναι τῷ θεῷ, ἀντὶ δʼ ἐμεωυτοῦ καὶ τοῦ παιδὸς ἀποδώσω τάλαντα διηκόσια Ἀθηναίοισι περιγενόμενος.
そこで今、私はこのような償いをしたい。 神殿から私が奪った財宝の代わりに、100タラントンをその神に納め、私自身と息子の代わりに、もし生き延びられるなら、200タラントンをアテナイ人に支払おう。
§9.120.4ταῦτα ὑπισχόμενος τὸν στρατηγὸν Ξάνθιππον οὐκ ἔπειθε·
」こう約束したものの、彼は将軍クサンティッポスを説得できなかった。
οἱ γὰρ Ἐλαιούσιοι τῷ Πρωτεσίλεῳ τιμωρέοντες ἐδέοντό μιν καταχρησθῆναι, καὶ αὐτοῦ τοῦ στρατηγοῦ ταύτῃ νόος ἔφερε.
というのも、エライウスの人々が、プロテシラオスの仇を討つために、彼を処刑するよう求め、また将軍自身の考えもそちらへ向いていたからである。
ἀπαγαγόντες δὲ αὐτὸν ἐς τὴν Ξέρξης ἔζευξε τὸν πόρον, οἳ δὲ λέγουσι ἐπὶ τὸν κολωνὸν τὸν ὑπὲρ Μαδύτου πόλιος, πρὸς σανίδας προσπασσαλεύσαντες ἀνεκρέμασαν·
彼らはアルタュクテスを、クセルクセスが海峡に橋を架けたあの海岸へ連れて行き、あるいは別の人々の言うところでは、マデュトスの町の上にある丘へと連れて行って、板に釘付けにして吊るした。
τὸν δὲ παῖδα ἐν ὀφθαλμοῖσι τοῦ Ἀρταΰκτεω κατέλευσαν.
そしてその息子を、アルタュクテスの目の前で石打ちにして殺した。