§8.68A.1εἰπεῖν μοι πρὸς βασιλέα, Μαρδόνιε, ὡς ἐγὼ τάδε λέγω, οὔτε κακίστη γενομένη ἐν τῇσι ναυμαχίῃσι τῇσι πρὸς Εὐβοίῃ οὔτε ἐλάχιστα ἀποδεξαμένη.
马尔多尼乌斯,请替我转告国王,我是这样说的,我在艾维亚附近的海战中既不是最懦弱的,也没有立下最小的功劳。
δέσποτα, τὴν δὲ ἐοῦσαν γνώμην με δίκαιον ἐστὶ ἀποδείκνυσθαι, τὰ τυγχάνω φρονέουσα ἄριστα ἐς πρήγματα τὰ σά.
“主公,我理应表明我真实的看法,即我实际上认为对您的事业最有利的事情。
καὶ τοι τάδε λέγω, φείδεο τῶν νεῶν μηδὲ ναυμαχίην ποιέο.
我也对你这样说:珍视你的船只,不要进行海战。
οἱ γὰρ ἄνδρες τῶν σῶν ἀνδρῶν κρέσσονες τοσοῦτο εἰσὶ κατὰ θάλασσαν ὅσον ἄνδρες γυναικῶν.
因为那些人在海上比你的部下强得多,就像男人强于女人一样。
§8.68A.2τί δὲ πάντως δέει σε ναυμαχίῃσι ἀνακινδυνεύειν;
您为什么一定要在海战中冒险呢?
οὐκ ἔχεις μὲν τὰς Ἀθήνας, τῶν περ εἵνεκα ὁρμήθης στρατεύεσθαι, ἔχεις δὲ τὴν ἄλλην Ἑλλάδα;
难道您没有占领雅典吗——为了它,您才兴师动众;难道您没有占领其余的希腊吗?
ἐμποδὼν δέ τοι ἵσταται οὐδείς· οἳ δέ τοι ἀντέστησαν, ἀπήλλαξαν οὕτω ὡς κείνους ἔπρεπε.
没有人挡在您的路上;而那些反抗您的人,已经得到了他们应得的下场。 ”