§8.68B.1τῇ δὲ ἐγὼ δοκέω ἀποβήσεσθαι τὰ τῶν ἀντιπολέμων πρήγματα, τοῦτο φράσω.
但是,我将向您说明,我认为敌方的局势将如何发展。
ἢν μὲν μὴ ἐπειχθῇς ναυμαχίην ποιεύμενος, ἀλλὰ τὰς νέας αὐτοῦ ἔχῃς πρὸς γῇ μένων ἢ καὶ προβαίνων ἐς τὴν Πελοπόννησον, εὐπετέως τοι δέσποτα χωρήσει τὰ νοέων ἐλήλυθας.
如果您不急于进行海战,而是将船只留在原地,留在陆地附近,或者甚至向伯罗奔尼撒进军,那么,主公,您此行旨在实现的目标,将轻而易举地为您达成。
§8.68B.2οὐ γὰρ οἷοί τε πολλὸν χρόνον εἰσί τοι ἀντέχειν οἱ Ἕλληνες, ἀλλὰ σφέας διασκεδᾷς, κατὰ πόλις δὲ ἕκαστοι φεύξονται.
因为希腊人无法长期抵抗您,您会把他们驱散,而他们每个人都将逃回自己的城市。
οὔτε γὰρ σῖτος πάρα σφι ἐν τῇ νήσῳ ταύτῃ, ὡς ἐγὼ πυνθάνομαι, οὔτε αὐτοὺς οἰκός, ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς τὸν πεζὸν στρατόν, ἀτρεμιεῖν τοὺς ἐκεῖθεν αὐτῶν ἥκοντας, οὐδέ σφι μελήσει πρὸ τῶν Ἀθηνέων ναυμαχέειν.
据我所知,他们在这座岛上没有粮食;如果您率领陆军向伯罗奔尼撒进军,那么他们当中来自该地的人就不可能坐视不动,他们也不会在乎为了雅典而进行海战。