§8.52.1οἱ δὲ Πέρσαι ἱζόμενοι ἐπὶ τὸν καταντίον τῆς ἀκροπόλιος ὄχθον, τὸν Ἀθηναῖοι καλέουσι Ἀρήιον πάγον, ἐπολιόρκεον τρόπον τοιόνδε· ὅκως στυππεῖον περὶ τοὺς ὀιστοὺς περιθέντες ἅψειαν, ἐτόξευον ἐς τὸ φράγμα.
波斯人驻扎在卫城对面的山丘上——雅典人称之为阿雷奥帕古斯,并以下列方式进行围攻:每当他们在箭矢上缠绕麻丝并点燃后,便向栅栏射去。
ἐνθαῦτα Ἀθηναίων οἱ πολιορκεόμενοι ὅμως ἠμύνοντο, καίπερ ἐς τὸ ἔσχατον κακοῦ ἀπιγμένοι καὶ τοῦ φράγματος προδεδωκότος·
尽管此时被围困的雅典人已陷入极度艰难的境地,且栅栏也已失效,但他们依然在那里坚守防御。
§8.52.2οὐδὲ λόγους τῶν Πεισιστρατιδέων προσφερόντων περὶ ὁμολογίης ἐνεδέκοντο, ἀμυνόμενοι δὲ ἄλλα τε ἀντεμηχανῶντο καὶ δὴ καὶ προσιόντων τῶν βαρβάρων πρὸς τὰς πύλας ὀλοιτρόχους ἀπίεσαν, ὥστε Ξέρξην ἐπὶ χρόνον συχνὸν ἀπορίῃσι ἐνέχεσθαι οὐ δυνάμενον σφέας ἑλεῖν.
即使当庇西特拉图家族提出和解条件时,他们也绝不接受;他们一边防守,一边采取各种对策,尤其是每当异族人逼近城门时,他们就滚下滚石,致使薛西斯在很长一段时间内束手无策,无法攻克他们。