§8.52.1οἱ δὲ Πέρσαι ἱζόμενοι ἐπὶ τὸν καταντίον τῆς ἀκροπόλιος ὄχθον, τὸν Ἀθηναῖοι καλέουσι Ἀρήιον πάγον, ἐπολιόρκεον τρόπον τοιόνδε· ὅκως στυππεῖον περὶ τοὺς ὀιστοὺς περιθέντες ἅψειαν, ἐτόξευον ἐς τὸ φράγμα.
The Persians, stationing themselves on the hill opposite the Acropolis, which the Athenians call the Areopagus, began to besiege them in the following manner: whenever they wrapped tow around their arrows and set it on fire, they would shoot them at the barricade.
ἐνθαῦτα Ἀθηναίων οἱ πολιορκεόμενοι ὅμως ἠμύνοντο, καίπερ ἐς τὸ ἔσχατον κακοῦ ἀπιγμένοι καὶ τοῦ φράγματος προδεδωκότος· §8.52.2οὐδὲ λόγους τῶν Πεισιστρατιδέων προσφερόντων περὶ ὁμολογίης ἐνεδέκοντο, ἀμυνόμενοι δὲ ἄλλα τε ἀντεμηχανῶντο καὶ δὴ καὶ προσιόντων τῶν βαρβάρων πρὸς τὰς πύλας ὀλοιτρόχους ἀπίεσαν, ὥστε Ξέρξην ἐπὶ χρόνον συχνὸν ἀπορίῃσι ἐνέχεσθαι οὐ δυνάμενον σφέας ἑλεῖν.
There, the besieged Athenians nevertheless defended themselves, although they had come to the extremity of distress and the barricade had failed them. Nor did they accept the proposals when the Peisistratidae offered terms of agreement; instead, defending themselves, they devised other countermeasures, and in particular, whenever the barbarians approached the gates, they rolled down round stones, so that Xerxes was for a long time held in perplexity, being unable to capture them.