Humanitext Reader

希罗多德 · 历史 §8.53.1-8.53.2

雅典卫城的沦陷与波斯军的洗劫焚毁

第 1355 段,共 1577 段 · 希腊语

内容简介

波斯军队成功从卫城后方的陡峭悬崖攀登进入,屠杀了防守的雅典人,并劫掠焚毁了整个卫城。

§8.53.1χρόνῳ δʼ ἐκ τῶν ἀπόρων ἐφάνη δή τις ἔξοδος τοῖσι βαρβάροισι· ἔδεε γὰρ κατὰ τὸ θεοπρόπιον πᾶσαν τὴν Ἀττικὴν τὴν ἐν τῇ ἠπείρῳ γενέσθαι ὑπὸ Πέρσῃσι.
然而,过了一段时间,异族人终于在绝境中找到了出路;因为根据神谕,陆地上的整个阿提卡注定要落入波斯人的统治之下。
ἔμπροσθε ὦν πρὸ τῆς ἀκροπόλιος, ὄπισθε δὲ τῶν πυλέων καὶ τῆς ἀνόδου, τῇ δὴ οὔτε τις ἐφύλασσε οὔτʼ ἂν ἤλπισε μή κοτέ τις κατὰ ταῦτα ἀναβαίη ἀνθρώπων, ταύτῃ ἀνέβησαν τινὲς κατὰ τὸ ἱρὸν τῆς Κέκροπος θυγατρὸς Ἀγλαύρου, καίτοι περ ἀποκρήμνου ἐόντος τοῦ χώρου.
在卫城的前方,但又处于城门和登城通道的后方——那里既没有人防守,也绝没有人料到会有任何人能从这里攀登上来——正是从这个地方,尽管地势极其险峻,仍有几个人沿着凯克洛普斯的女儿阿格劳洛斯的圣所攀登了上去。
§8.53.2ὡς δὲ εἶδον αὐτοὺς ἀναβεβηκότας οἱ Ἀθηναῖοι ἐπὶ τὴν ἀκρόπολιν, οἳ μὲν ἐρρίπτεον ἑωυτοὺς κατὰ τοῦ τείχεος κάτω καὶ διεφθείροντο, οἳ δὲ ἐς τὸ μέγαρον κατέφευγον.
雅典人看见他们已经登上了卫城,有的人便从城墙上投身跳下摔死,有的人则逃进了神殿深处。
τῶν δὲ Περσέων οἱ ἀναβεβηκότες πρῶτον μὲν ἐτράποντο πρὸς τὰς πύλας, ταύτας δὲ ἀνοίξαντες τοὺς ἱκέτας ἐφόνευον· ἐπεὶ δέ σφι πάντες κατέστρωντο, τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν πᾶσαν τὴν ἀκρόπολιν.
登上城墙的波斯人首先奔向大门,打开城门并屠杀了那些祈求庇护的人;在所有人被他们斩杀殆尽之后,他们劫掠了圣所,并放火烧毁了整个卫城。

词汇与语法注释

  1. §8.53.1ἔμπροσθε ὦν πρὸ τῆς ἀκροπόλιος, ὄπισθε δὲ τῶν πυλέων καὶ τῆς ἀνόδου — 空间关系的表达。对比了相对于整个卫城的位置(“前方”,即面向阿哥拉的一侧)与相对于城门和登城通道的位置(“后方”,即北侧陡坡),指明了攀登发生的具体方位。
  2. §8.53.1οὔτʼ ἂν ἤλπισε μή κοτέ τις κατὰ ταῦτα ἀναβαίη — 此处结合了带 ἄν 的直说过去时(表示过去推测)与可能希求时(ἀναβαίη)。否定词 μή 在含有否定或怀疑意味的动词(此处指“不抱希望”)后充当赘用否定(pleonastic negation),增强了“绝无人能料到……”的语气。
  3. §8.53.2ἐπεὶ δέ σφι πάντες κατέστρωντο — 与格代词 σφι(对他们而言)与过去完成时被动动词 κατέστρωντο 连用,表示行为的主体(动作主与格),意为“当所有人均被他们击倒(屠杀)之后”。

引用这一段

希罗多德, 历史 §8.53.1-8.53.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.53.1-8.53.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。