§8.110.1Θεμιστοκλέης μὲν ταῦτα λέγων διέβαλλε, Ἀθηναῖοι δὲ ἐπείθοντο· ἐπειδὴ γὰρ καὶ πρότερον δεδογμένος εἶναι σοφὸς ἐφάνη ἐὼν ἀληθέως σοφός τε καὶ εὔβουλος, πάντως ἕτοιμοι ἦσαν λέγοντι πείθεσθαι.
地米斯托克利借着这番话蒙蔽了他们,而雅典人也服从了;因为既然他以前就被认为聪慧,而现在又证明自己确实是聪慧且深谋远虑的,所以他们完全准备好听从他的话。
§8.110.2ὡς δὲ οὗτοί οἱ ἀνεγνωσμένοι ἦσαν, αὐτίκα μετὰ ταῦτα ὁ Θεμιστοκλέης ἄνδρας ἀπέπεμπε ἔχοντας πλοῖον, τοῖσι ἐπίστευε σιγᾶν ἐς πᾶσαν βάσανον ἀπικνεομένοισι τὰ αὐτὸς ἐνετείλατο βασιλέι φράσαι·
当这些人被他说服之后,地米斯托克利随即派出了乘船的部下,这些人是他深信即便面临任何严刑拷打也会守口如瓶的,去向波斯王转达他亲自吩咐的话。
τῶν καὶ Σίκιννος ὁ οἰκέτης αὖτις ἐγένετο·
其中,他的家奴西金纳斯再次位列其中。
οἳ ἐπείτε ἀπίκοντο πρὸς τὴν Ἀττικήν, οἳ μὲν κατέμενον ἐπὶ τῷ πλοίῳ, Σίκιννος δὲ ἀναβὰς παρὰ Ξέρξην ἔλεγε τάδε. §8.110.3ἔπεμψέ με Θεμιστοκλέης ὁ Νεοκλέος, στρατηγὸς μὲν Ἀθηναίων ἀνὴρ δὲ τῶν συμμάχων πάντων ἄριστος καὶ σοφώτατος, φράσοντά τοι ὅτι Θεμιστοκλέης ὁ Ἀθηναῖος, σοὶ βουλόμενος ὑπουργέειν, ἔσχε τοὺς Ἕλληνας τὰς νέας βουλομένους διώκειν καὶ τὰς ἐν Ἑλλησπόντῳ γεφύρας λύειν.
他们到达阿提卡之后,其余的人留在船上,西金纳斯则前去觐见薛西斯,说道: “尼奥克勒斯之子地米斯托克利——雅典人的将军,也是全体盟友中最优秀、最聪慧的人——派我来告诉你:雅典人地米斯托克利为了向你效劳,阻止了那些想要追击你的战船并拆毁赫勒斯滂桥梁的希腊人。
καὶ νῦν κατʼ ἡσυχίην πολλὴν κομίζεο.
现在,你可以完全安心地启程回国了。
οἳ μὲν ταῦτα σημήναντες ἀπέπλεον ὀπίσω.
” 他们传达了这些话之后,便乘船返航。