§8.110.1Θεμιστοκλέης μὲν ταῦτα λέγων διέβαλλε, Ἀθηναῖοι δὲ ἐπείθοντο· ἐπειδὴ γὰρ καὶ πρότερον δεδογμένος εἶναι σοφὸς ἐφάνη ἐὼν ἀληθέως σοφός τε καὶ εὔβουλος, πάντως ἕτοιμοι ἦσαν λέγοντι πείθεσθαι.
Themistocles, by saying this, was deceiving them, and the Athenians were persuaded; for as he had even before been thought to be wise, and now had shown himself to be truly wise and prudent, they were in every way ready to obey him when he spoke.
§8.110.2ὡς δὲ οὗτοί οἱ ἀνεγνωσμένοι ἦσαν, αὐτίκα μετὰ ταῦτα ὁ Θεμιστοκλέης ἄνδρας ἀπέπεμπε ἔχοντας πλοῖον, τοῖσι ἐπίστευε σιγᾶν ἐς πᾶσαν βάσανον ἀπικνεομένοισι τὰ αὐτὸς ἐνετείλατο βασιλέι φράσαι· τῶν καὶ Σίκιννος ὁ οἰκέτης αὖτις ἐγένετο·
And when these had been persuaded by him, immediately after this Themistocles sent away in a boat men whom he trusted to keep silence even when subjected to every kind of torture, to tell the king what he himself had charged them to say; of whom his servant Sicinnus was again one.
οἳ ἐπείτε ἀπίκοντο πρὸς τὴν Ἀττικήν, οἳ μὲν κατέμενον ἐπὶ τῷ πλοίῳ, Σίκιννος δὲ ἀναβὰς παρὰ Ξέρξην ἔλεγε τάδε. §8.110.3ἔπεμψέ με Θεμιστοκλέης ὁ Νεοκλέος, στρατηγὸς μὲν Ἀθηναίων ἀνὴρ δὲ τῶν συμμάχων πάντων ἄριστος καὶ σοφώτατος, φράσοντά τοι ὅτι Θεμιστοκλέης ὁ Ἀθηναῖος, σοὶ βουλόμενος ὑπουργέειν, ἔσχε τοὺς Ἕλληνας τὰς νέας βουλομένους διώκειν καὶ τὰς ἐν Ἑλλησπόντῳ γεφύρας λύειν. καὶ νῦν κατʼ ἡσυχίην πολλὴν κομίζεο. οἳ μὲν ταῦτα σημήναντες ἀπέπλεον ὀπίσω.
When these had arrived at Attica, the others remained on board the vessel, but Sicinnus went up to Xerxes and spoke as follows: "Themistocles, the son of Neocles, general of the Athenians and of all the allies the best and wisest man, has sent me to tell you that Themistocles the Athenian, wishing to do you a service, has held back the Greeks who wished to pursue your ships and to destroy the bridges on the Hellespont; and now you may journey back in all security." Having delivered this message, they sailed back.