§8.109.1ὡς δὲ ἔμαθε ὅτι οὐ πείσει τούς γε πολλοὺς πλέειν ἐς τὸν Ἑλλήσποντον ὁ Θεμιστοκλέης, μεταβαλὼν πρὸς τοὺς Ἀθηναίους (οὗτοι γὰρ μάλιστα ἐκπεφευγότων περιημέκτεον, ὁρμέατό τε ἐς τὸν Ἑλλήσποντον πλέειν καὶ ἐπὶ σφέων αὐτῶν βαλόμενοι, εἰ οἱ ἄλλοι μὴ βουλοίατο) ἔλεγέ σφι τάδε. §8.109.2καὶ αὐτὸς ἤδη πολλοῖσι παρεγενόμην καὶ πολλῷ πλέω ἀκήκοα τοιάδε γενέσθαι, ἄνδρας ἐς ἀναγκαίην ἀπειληθέντας νενικημένους ἀναμάχεσθαί τε καὶ ἀναλαμβάνειν τὴν προτέρην κακότητα.
当地米斯托克利明白自己无法说服多数人航向赫勒斯滂时,他转向雅典人(因为他们对波斯人的逃脱感到最为愤慨,并且渴望航向赫勒斯滂,甚至打算在其他人不愿意的情况下,由他们自己承担风险单独行动),并对他们说了以下这番话: “我自己也曾多次亲历此类事件,更听过许多比这更多的情况,即那些战败并被逼入绝境的人,重新投入战斗并挽回了先前的失败。
ἡμεῖς δέ, εὕρημα γὰρ εὑρήκαμεν ἡμέας τε αὐτοὺς καὶ τὴν Ἑλλάδα, νέφος τοσοῦτο ἀνθρώπων ἀνωσάμενοι, μὴ διώκωμεν ἄνδρας φεύγοντας.
至于我们,既然我们已经为自己和希腊赢得了出乎意料的幸运,驱散了如此巨大的如云的人群,就让我们不要再去追击那些正在逃跑的人了。
§8.109.3τάδε γὰρ οὐκ ἡμεῖς κατεργασάμεθα, ἀλλὰ θεοί τε καὶ ἥρωες, οἳ ἐφθόνησαν ἄνδρα ἕνα τῆς τε Ἀσίης καὶ τῆς Εὐρώπης βασιλεῦσαι ἐόντα ἀνόσιόν τε καὶ ἀτάσθαλον·
因为这并不是我们所取得的成就,而是神明和英雄们的功绩,他们不容许一个既不敬神又狂妄自大的凡人同时统治亚洲和欧洲。
ὃς τά τε ἱρὰ καὶ τὰ ἴδια ἐν ὁμοίῳ ἐποιέετο, ἐμπιπράς τε καὶ καταβάλλων τῶν θεῶν τὰ ἀγάλματα· ὃς καὶ τὴν θάλασσαν ἀπεμαστίγωσε πέδας τε κατῆκε.
那个人将神圣之物和私人财产同等对待,烧毁并推倒神像;他甚至鞭打大海,并朝其中投入锁链。
§8.109.4ἀλλʼ εὖ γὰρ ἔχει ἐς τὸ παρεὸν ἡμῖν, νῦν μὲν ἐν τῇ Ἑλλάδι καταμείναντας ἡμέων τε αὐτῶν ἐπιμεληθῆναι καὶ τῶν οἰκετέων, καὶ τις οἰκίην τε ἀναπλασάσθω καὶ σπόρου ἀνακῶς ἐχέτω, παντελέως ἀπελάσας τὸν βάρβαρον· ἅμα δὲ τῷ ἔαρι καταπλέωμεν ἐπὶ Ἑλλησπόντου καὶ Ἰωνίης.
然而,既然目前我们的情况很好,现在就让我们留在希腊,照顾好我们自己和家眷,在完全赶走蛮族之后,让每个人都重建家园并用心播种;而当春天来临时,让我们向赫勒斯滂和伊奥尼亚航行。
§8.109.5ταῦτα ἔλεγε ἀποθήκην μέλλων ποιήσασθαι ἐς τὸν Πέρσην, ἵνα ἢν ἄρα τί μιν καταλαμβάνῃ πρὸς Ἀθηναίων πάθος ἔχῃ ἀποστροφήν· τά περ ὦν καὶ ἐγένετο.
” 他说这番话,是想在波斯王那里为自己留一条后路,以便万一他遭到雅典人的排挤或惩罚时,能有一个避难所;而这确实也正是后来所发生的事情。