Humanitext Reader

希罗多德 · 历史 §7.46.1-7.46.4

薛西斯与阿尔塔巴诺斯论人生的短暂与苦难

第 1109 段,共 1577 段 · 希腊语

内容简介

当阿尔塔巴诺斯询问薛西斯流泪的原因时,薛西斯对人类生命的短暂表示悲怜,而阿尔塔巴诺斯则进一步指出生命充满痛苦以至于死亡常成解脱,并称神具有嫉妒心。

§7.46.1μαθὼν δέ μιν Ἀρτάβανος ὁ πάτρως, ὃς τὸ πρῶτον γνώμην ἀπεδέξατο ἐλευθέρως οὐ συμβουλεύων Ξέρξῃ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, οὗτος ὡνὴρ φρασθεὶς Ξέρξην δακρύσαντα εἴρετο τάδε. ὦ βασιλεῦ, ὡς πολλὸν ἀλλήλων κεχωρισμένα ἐργάσαο νῦν τε καὶ ὀλίγῳ πρότερον·
\n他的叔父阿尔塔巴诺斯——他起初曾坦率地表达过意见,劝阻薛西斯不要对希腊用兵——这个人在得知并注意到薛西斯流泪时,便这样问道:\n“王啊,你现在和不久前的所作所为是多么地截然不同!
μακαρίσας γὰρ σεωυτὸν δακρύεις.
因为你在称幸自己之后,竟然流下了眼泪。
§7.46.2ὁ δὲ εἶπε ἐσῆλθε γάρ με λογισάμενον κατοικτεῖραι ὡς βραχὺς εἴη ὁ πᾶς ἀνθρώπινος βίος, εἰ τούτων γε ἐόντων τοσούτων οὐδεὶς ἐς ἑκατοστὸν ἔτος περιέσται.
”\n\n薛西斯回答说:\n“因为当我思考到,这些人虽然如此之多,但到了一百年后却无一人能够幸存时,对于整个人类生命的短暂,我心中便不禁升起一股悲怜之情。
ὁ δὲ ἀμείβετο λέγων ἕτερα τούτου παρὰ τὴν ζόην πεπόνθαμεν οἰκτρότερα.
”\n阿尔塔巴诺斯回答说:\n“我们在有生之年,还经历过比这更加令人悲怜的其他事情。
§7.46.3ἐν γὰρ οὕτω βραχέι βίῳ οὐδεὶς οὕτω ἄνθρωπος ἐὼν εὐδαίμων πέφυκε οὔτε τούτων οὔτε τῶν ἄλλων, τῷ οὐ παραστήσεται πολλάκις καὶ οὐκὶ ἅπαξ τεθνάναι βούλεσθαι μᾶλλον ἢ ζώειν.
\n\n因为在如此短暂的一生中,无论是在这些人还是在其他人当中,没有一个人生来是如此幸福,以至于他不会多次、而不仅仅是一次,产生宁愿死而不愿生的念头。
αἵ τε γὰρ συμφοραὶ προσπίπτουσαι καὶ αἱ νοῦσοι συνταράσσουσαι καὶ βραχὺν ἐόντα μακρὸν δοκέειν εἶναι ποιεῦσι τὸν βίον.
因为灾祸的降临和疾病的困扰,使得生命即使短暂,也显得漫长。
§7.46.4οὕτω ὁ μὲν θάνατος μοχθηρῆς ἐούσης τῆς ζόης καταφυγὴ αἱρετωτάτη τῷ ἀνθρώπῳ γέγονε, ὁ δὲ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθονερὸς ἐν αὐτῷ εὑρίσκεται ἐών.
\n\n因此,在生命充满痛苦之时,死亡便成了人类最向往的避难所;而神在让人尝到生命的甜头之余,却在这生命中显露出自己的嫉妒。 ”

词汇与语法注释

  1. 7.46.2ἐσῆλθε γάρ με λογισάμενον κατοικτεῖραι — 无人称动词结构 ἐσῆλθέ με(它进入我,即“我心中升起……之情”)后接不定式 κατοικτεῖραι(怜悯)。分词 λογισάμενον 采用宾格,以与作为不定式逻辑主语的宾格代词 με 一致。
  2. 7.46.3τῷ οὐ παραστήσεται — 关系代词 τῷ 是爱奥尼亚方言形式,相当于雅典方言的与格 ᾧ,修饰先行词 οὐδείς。动词 παραστήσεται 意为“(想法等)浮现在心头”。双重否定 οὐδεὶς ... τῷ οὐ ... 构成了“没有一个人不会产生(宁死不生的念头)”的意思。
  3. 7.46.4φθονερὸς ἐν αὐτῷ εὑρίσκεται ἐών — 动词 εὑρίσκεται(被发现)与分词 ἐών(爱奥尼亚方言,相当于雅典方言的 ὤν,“是”)连用,构成“被发现是……”的句式。主动不定过去时分词 γεύσας(源自 γεύω)具有使役意义,意为“让人尝到(生命的甜头)”。

引用这一段

希罗多德, 历史 §7.46.1-7.46.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.46.1-7.46.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。