§7.45.1ὡς δὲ ὥρα πάντα μὲν τὸν Ἑλλήσποντον ὑπὸ τῶν νεῶν ἀποκεκρυμμένον, πάσας δὲ τὰς ἀκτὰς καὶ τὰ Ἀβυδηνῶν πεδία ἐπίπλεα ἀνθρώπων, ἐνθαῦτα ὁ Ξέρξης ἑωυτὸν ἐμακάρισε, μετὰ δὲ τοῦτο ἐδάκρυσε.
当他看到整个赫勒斯滂都被船只遮蔽,所有的海岸和阿拜多斯的平原都挤满了人时,就在那时,薛西斯称幸自己,但在这之后他流下了眼泪。