§7.46.1μαθὼν δέ μιν Ἀρτάβανος ὁ πάτρως, ὃς τὸ πρῶτον γνώμην ἀπεδέξατο ἐλευθέρως οὐ συμβουλεύων Ξέρξῃ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, οὗτος ὡνὴρ φρασθεὶς Ξέρξην δακρύσαντα εἴρετο τάδε. ὦ βασιλεῦ, ὡς πολλὸν ἀλλήλων κεχωρισμένα ἐργάσαο νῦν τε καὶ ὀλίγῳ πρότερον·
\nHis uncle Artabanus—who at first had freely expressed his opinion, advising Xerxes not to march against Greece—this man, when he perceived him and noticed Xerxes weeping, asked him this:\n"O King, how very different are the things you have done now and a little while ago!
μακαρίσας γὰρ σεωυτὸν δακρύεις. §7.46.2ὁ δὲ εἶπε
ἐσῆλθε γάρ με λογισάμενον κατοικτεῖραι ὡς βραχὺς εἴη ὁ πᾶς ἀνθρώπινος βίος, εἰ τούτων γε ἐόντων τοσούτων οὐδεὶς ἐς ἑκατοστὸν ἔτος περιέσται. ὁ δὲ ἀμείβετο λέγων
ἕτερα τούτου παρὰ τὴν ζόην πεπόνθαμεν οἰκτρότερα. §7.46.3ἐν γὰρ οὕτω βραχέι βίῳ οὐδεὶς οὕτω ἄνθρωπος ἐὼν εὐδαίμων πέφυκε οὔτε τούτων οὔτε τῶν ἄλλων, τῷ οὐ παραστήσεται πολλάκις καὶ οὐκὶ ἅπαξ τεθνάναι βούλεσθαι μᾶλλον ἢ ζώειν.
For after declaring yourself blessed, you weep."\n\nAnd he said:\n"For pity came over me as I reflected how short is the whole of human life, seeing that of all these, many as they are, not one shall survive to the hundredth year."\nBut Artabanus answered, saying:\n"We have suffered other things during our life more pitiable than this.\n\nFor in so short a life, no man is born so happy, either of these or of others, to whom it will not occur many times, and not just once, to wish to die rather than to live.
αἵ τε γὰρ συμφοραὶ προσπίπτουσαι καὶ αἱ νοῦσοι συνταράσσουσαι καὶ βραχὺν ἐόντα μακρὸν δοκέειν εἶναι ποιεῦσι τὸν βίον. §7.46.4οὕτω ὁ μὲν θάνατος μοχθηρῆς ἐούσης τῆς ζόης καταφυγὴ αἱρετωτάτη τῷ ἀνθρώπῳ γέγονε, ὁ δὲ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθονερὸς ἐν αὐτῷ εὑρίσκεται ἐών.
For disasters falling upon us and sicknesses troubling us make life, short though it is, seem to be long.\n\nThus, since life is miserable, death has become the most desirable refuge for man; but God, having given us a taste of the sweetness of life, is found to be envious in it."