Humanitext Reader

希罗多德 · 历史 §7.16C.1-7.16C.3

阿尔塔巴诺斯同意在王榻上测试梦境

第 1079 段,共 1577 段 · 希腊语

内容简介

阿尔塔巴诺斯主张,如果梦境确属神意,无论穿着何种衣服、睡在何处它都应该显现;他接受了穿戴薛西斯的衣物并在其床上入睡的提议,以此测试梦境是否会向自己显现。

§7.16C.1εἰ δὲ ἄρα μή ἐστι τοῦτο τοιοῦτο οἷον ἐγὼ διαιρέω, ἀλλά τι τοῦ θείου μετέχον, σὺ πᾶν αὐτὸ συλλαβὼν εἴρηκας·
但如果这确实不像我所分析的那样,而是分有了某种神性的东西,那么您说的话就已经概括了全部情况。
φανήτω γὰρ δὴ καὶ ἐμοὶ ὡς καὶ σοὶ διακελευόμενον.
那就让它也向我显现吧,正如向您显现一样,向我下达命令。
φανῆναι δὲ οὐδὲν μᾶλλόν μοι ὀφείλει ἔχοντι τὴν ἐσθῆτα ἢ οὐ καὶ τὴν ἐμήν, οὐδέ τι μᾶλλον ἐν κοίτῃ τῇ σῇ ἀναπαυομένῳ ἢ οὐ καὶ ἐν τῇ ἐμῇ, εἴ πέρ γε καὶ ἄλλως ἐθέλει φανῆναι.
但如果它无论如何都想要显现,那么它向穿着您的衣服的我显现,并不比向穿着我自己衣服的我更有道理;在您的床上休息时显现,也不比在我的床上休息时更有道理。
§7.16C.2οὐ γὰρ δὴ ἐς τοσοῦτό γε εὐηθείης ἀνήκει τοῦτο, ὅ τι δή κοτε ἐστί, τὸ ἐπιφαινόμενόν τοι ἐν τῷ ὕπνῳ, ὥστε δόξει ἐμὲ ὁρῶν σὲ εἶναι, τῇ σῇ ἐσθῆτι τεκμαιρόμενον.
因为在您梦中显现的那个东西,不管它到底是什么,绝不至于愚蠢到这种地步:一看到我,仅凭您的衣服就断定我是您。
εἰ δὲ ἐμὲ μὲν ἐν οὐδενὶ λόγῳ ποιήσεται οὐδὲ ἀξιώσει ἐπιφανῆναι, οὔτε ἢν τὴν ἐμὴν ἐσθῆτα ἔχω οὔτε ἢν τὴν σήν, οὐδὲ ἐπιφοιτήσει, τοῦτο ἤδη μαθητέον ἔσται.
但如果它根本不把我放在眼里,也不屑于向我显现,无论我是穿着我自己的衣服还是穿着您的衣服,它都不肯来访,那么这就确实是需要弄清楚的事情了。
εἰ γὰρ δὴ ἐπιφοιτήσει γε συνεχέως, φαίην ἂν καὶ αὐτὸς θεῖον εἶναι.
因为如果它真的接连不断地来访,我自己也会承认那是神意。
§7.16C.3εἰ δέ τοι οὕτω δεδόκηται γίνεσθαι καὶ οὐκ οἷά τε αὐτὸ παρατρέψαι, ἀλλʼ ἤδη δεῖ ἐμὲ ἐν κοίτῃ σῇ κατυπνῶσαι, φέρε, τούτων ἐξ ἐμεῦ ἐπιτελευμένων φανήτω καὶ ἐμοί.
但如果您已经决定必须如此,无法挽回,而现在我必须在您的床上入睡,那么,好吧,当这些事情由我付诸实行时,就让它也向我显现吧。
μέχρι δὲ τούτου τῇ παρεούσῃ γνώμῃ χρήσομαι.
而在这之前,我仍将坚持现有的看法。

词汇与语法注释

  1. §7.16C.1ἢ οὐ — 紧跟在比较结构(οὐδὲν μᾶλλον... ἤ)之后的冗余否定词 οὐ。在希腊语中,表示差异或否定的比较级之后,常常会出现这种“赘余否定”以强调对比,在翻译成现代语言时通常不作否定处理。
  2. §7.16C.2δόξει — 动词 δοκέω(认为、想象)的将来时。其主语是前文的中性分词 τὸ ἐπιφαινόμενόν τοι(向你显现的事物)。它支配宾格加不定式结构 ἐμὲ ... εἶναι(我是……),意为“(那个显现之物)一看到我,就会以为我是你”。
  3. §7.16C.3τούτων ἐξ ἐμεῦ ἐπιτελευμένων — 属格独立(绝对属格)结构。被动语态现在分词 ἐπιτελευμένων(被执行、被完成)的施事者由介词短语 ἐξ ἐmeῦ(由我)表示,意为“当这些事情由我付诸实行时”。

引用这一段

希罗多德, 历史 §7.16C.1-7.16C.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.16C.1-7.16C.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。