§7.17.1τοσαῦτα εἴπας Ἀρτάβανος, ἐλπίζων Ξέρξην ἀποδέξειν λέγοντα οὐδέν, ἐποίεε τὸ κελευόμενον.
阿尔塔巴诺斯说完这些话,希望克塞克塞斯会证明自己所说的话毫无根据,便照着命令去做了。
ἐνδὺς δὲ τὴν Ξέρξεω ἐσθῆτα καὶ ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ὡς μετὰ ταῦτα κοῖτον ἐποιέετο, ἦλθέ οἱ κατυπνωμένῳ τὠυτὸ ὄνειρον τὸ καὶ παρὰ Ξέρξην ἐφοίτα, ὑπερστὰν δὲ τοῦ Ἀρταβάνου εἶπε· §7.17.2ἆρα σὺ δὴ κεῖνος εἶς ὁ ἀποσπεύδων Ξέρξην στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα ὡς δὴ κηδόμενος αὐτοῦ;
他穿上克塞克塞斯的衣服,坐在王座上,此后他便上床就寝,当他入睡时,那个经常造访克塞克塞斯的同一个梦来到了他身边,站在阿尔塔巴诺斯的头前说道: “莫非你就是那个假装关心克塞克塞斯、极力阻挠他出征希腊的家伙吗?
ἀλλʼ οὔτε ἐς τὸ μετέπειτα οὔτε ἐς τὸ παραυτίκα νῦν καταπροΐξεαι ἀποτρέπων τὸ χρεὸν γενέσθαι.
但是,无论是在将来还是在眼下这一刻,你企图阻碍命中注定之事发生,都绝不会安然无恙。
Ξέρξην δὲ τὰ δεῖ ἀνηκουστέοντα παθεῖν, αὐτῷ ἐκείνῳ δεδήλωται.
至于克塞克塞斯如果不听从警告将会遭受什么,已向他本人表露无遗。 ”