§7.169.1οὗτοι μὲν οὕτω διεκρούσαντο τοὺς Ἕλληνας.
这些人便以此种方式推脱了希腊人。
Κρῆτες δέ, ἐπείτε σφέας παρελάμβανον οἱ ἐπὶ τούτοισι ταχθέντες Ἑλλήνων, ἐποίησαν τοιόνδε· πέμψαντες κοινῇ θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρώτων εἴ σφι ἄμεινον τιμωρέουσι γίνεται τῇ Ἑλλάδι.
而克里特人,当被派来负责此事的希腊使者动员他们时,采取了如下行动:他们共同派使者前往德尔斐,询问神明,如果他们援助希腊,是否会对他们更为有利。
§7.169.2ἡ δὲ Πυθίη ὑπεκρίνατο
ὦ νήπιοι, ἐπιμέμφεσθε ὅσα ὑμῖν ἐκ τῶν Μενελάου τιμωρημάτων Μίνως ἔπεμψε μηνίων δακρύματα, ὅτι οἳ μὲν οὐ συνεξεπρήξαντο αὐτῷ τὸν ἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖς δὲ ἐκείνοισι τὴν ἐκ Σπάρτης ἁρπασθεῖσαν ὑπʼ ἀνδρὸς βαρβάρου γυναῖκα.
普提亚回答道: “愚蠢的人啊,难道你们还抱怨闵诺斯在愤怒中给你们降下的、因援助梅涅劳斯而招致的种种泪水吗? 因为那些人(希腊人)并没有帮他复仇他在卡米科斯之死,而你们却帮他们去复仇那个被野蛮人从斯巴达拐走的女人。
ταῦτα οἱ Κρῆτες ὡς ἀπενειχθέντα ἤκουσαν, ἔσχοντο τῆς τιμωρίης.
” 克里特人听到这番带回的答复后,便放弃了援助。