§7.170.1λέγεται γὰρ Μίνων κατὰ ζήτησιν Δαιδάλου ἀπικόμενον ἐς Σικανίην τὴν νῦν Σικελίην καλευμένην ἀποθανεῖν βιαίῳ θανάτῳ.
因为据说,闵诺斯为了寻找代达罗斯而来到如今被称为西西里的西卡尼亚,并在那里因暴病(或非正常死亡)而死。
ἀνὰ δὲ χρόνον Κρῆτας, θεοῦ σφι ἐποτρύναντος, πάντας πλὴν Πολιχνιτέων τε καὶ Πραισίων ἀπικομένους στόλῳ μεγάλῳ ἐς Σικανίην πολιορκέειν ἐπʼ ἔτεα πέντε πόλιν Καμικόν, τὴν κατʼ ἐμὲ Ἀκραγαντῖνοι ἐνέμοντο·
随着时间的推移,在神明的促使下,除波里克尼人和普赖索斯人外,全体克里特人率领庞大的船队来到西卡尼亚,将卡米科斯城包围了五年之久,该城在我的时代由阿克拉加斯人占领。
§7.170.2τέλος δὲ οὐ δυναμένους οὔτε ἑλεῖν οὔτε παραμένειν λιμῷ συνεστεῶτας, ἀπολιπόντας οἴχεσθαι.
但最终,他们既无法攻克该城,又因饱受饥荒而无法继续坚守,于是便放弃包围撤离了。
ὡς δὲ κατὰ Ἰηπυγίην γενέσθαι πλέοντας, ὑπολαβόντα σφέας χειμῶνα μέγαν ἐκβαλεῖν ἐς τὴν γῆν·
当他们在航行中到达伊阿皮吉亚附近时,一场风暴袭击了他们,将他们冲上了陆地。
συναραχθέντων δὲ τῶν πλοίων, οὐδεμίαν γάρ σφι ἔτι κομιδὴν ἐς Κρήτην φαίνεσθαι, ἐνθαῦτα Ὑρίην πόλιν κτίσαντας καταμεῖναί τε καὶ μεταβαλόντας ἀντὶ μὲν Κρητῶν γενέσθαι Ἰήπυγας Μεσσαπίους, ἀντὶ δὲ εἶναι νησιώτας ἠπειρώτας.
由于船只尽毁,他们看来已无任何返回克里特的途径,于是便在此建立了一座名为许里亚的城市并定居下来。 他们改变了身份,不再是克里特人,而是成了伊阿皮吉亚·梅萨皮亚人;不再是岛民,而是成了大陆居民。
§7.170.3ἀπὸ δὲ Ὑρίης πόλιος τὰς ἄλλας οἰκίσαι, τὰς δὴ Ταραντῖνοι χρόνῳ ὕστερον πολλῷ ἐξανιστάντες προσέπταισαν μεγάλως, ὥστε φόνος Ἑλληνικὸς μέγιστος οὗτος δὴ ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν, αὐτῶν τε Ταραντίνων καὶ Ῥηγίνων, οἳ ὑπὸ Μικύθου τοῦ Χοίρου ἀναγκαζόμενοι τῶν ἀστῶν καὶ ἀπικόμενοι τιμωροὶ Ταραντίνοισι ἀπέθανον τρισχίλιοι οὕτω· αὐτῶν δὲ Ταραντίνων οὐκ ἐπῆν ἀριθμός.
从许里亚城出发,他们又建立了其他城市。 很久以后,塔兰托人企图将他们从这些城市中驱逐出去,结果遭受了惨重的失败,以至于这成了我们所知道的希腊人中最大规模的一次屠杀,无论是塔兰托人自己,还是被科伊罗斯之子米库托斯从公民中强征、作为援军前来协助塔兰托人而战死的雷吉翁人,后者战死者达约三千人,而塔兰托人自己的死亡人数则无法计算。
§7.170.4ὁ δὲ Μίκυθος οἰκέτης ἐὼν Ἀναξίλεω ἐπίτροπος Ῥηγίου καταλέλειπτο, οὗτος ὅς περ ἐκπεσὼν ἐκ Ῥηγίου καὶ Τεγέην τὴν Ἀρκάδων οἰκήσας ἀνέθηκε ἐν Ὀλυμπίῃ τοὺς πολλοὺς ἀνδριάντας.
这位米库托斯曾是阿纳克西拉斯的仆人,被留下来担任雷吉翁的摄政。 正是他,在被逐出雷吉翁并定居于阿卡迪亚的特格亚后,在奥林匹亚奉献了许多雕像。