§7.169.1οὗτοι μὲν οὕτω διεκρούσαντο τοὺς Ἕλληνας.
These indeed in this way evaded the Greeks.
Κρῆτες δέ, ἐπείτε σφέας παρελάμβανον οἱ ἐπὶ τούτοισι ταχθέντες Ἑλλήνων, ἐποίησαν τοιόνδε· πέμψαντες κοινῇ θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρώτων εἴ σφι ἄμεινον τιμωρέουσι γίνεται τῇ Ἑλλάδι.
But the Cretans, when those of the Greeks appointed for these matters were enlisting them, did as follows: having sent sacred messengers in common to Delphi, they consulted the god as to whether it would turn out better for them if they assisted Greece.
§7.169.2ἡ δὲ Πυθίη ὑπεκρίνατο
ὦ νήπιοι, ἐπιμέμφεσθε ὅσα ὑμῖν ἐκ τῶν Μενελάου τιμωρημάτων Μίνως ἔπεμψε μηνίων δακρύματα, ὅτι οἳ μὲν οὐ συνεξεπρήξαντο αὐτῷ τὸν ἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖς δὲ ἐκείνοισι τὴν ἐκ Σπάρτης ἁρπασθεῖσαν ὑπʼ ἀνδρὸς βαρβάρου γυναῖκα. ταῦτα οἱ Κρῆτες ὡς ἀπενειχθέντα ἤκουσαν, ἔσχοντο τῆς τιμωρίης.
And the Pythian priestess answered: "O fools, do you complain of all the tears that Minos in his wrath sent you, arising from the vengeance for Menelaus, because they indeed did not help to avenge his death that occurred in Camicus, whereas you did help them to avenge the woman carried off from Sparta by a barbarian man?" When the Cretans heard these words reported, they held back from assisting.