§7.168.1τὰ μὲν ἀπὸ Σικελίης τοσαῦτα.
来自西西里的事情就到此为止。
Κερκυραῖοι δὲ τάδε ὑποκρινάμενοι τοῖσι ἀγγέλοισι τοιάδε ἐποίησαν· καὶ γὰρ τούτους παρελάμβανον οἱ αὐτοὶ οἵ περ ἐς Σικελίην ἀπίκοντο, λέγοντες τοὺς αὐτοὺς λόγους τοὺς καὶ πρὸς Γέλωνα ἔλεγον.
而克基拉人对使者作出了如下的回答,却采取了这样的行动:因为去西西里的正是同一批人,他们也来动员克基拉人,说着与对盖隆说过的一模一样的话。
οἳ δὲ παραυτίκα μὲν ὑπίσχοντο πέμψειν τε καὶ ἀμυνέειν, φράζοντες ὡς οὔ σφι περιοπτέη ἐστὶ ἡ Ἑλλὰς ἀπολλυμένη· ἢν γὰρ σφαλῇ, σφεῖς γε οὐδὲν ἄλλο ἢ δουλεύσουσι τῇ πρώτῃ τῶν ἡμερέων· ἀλλὰ τιμωρητέον εἴη ἐς τὸ δυνατώτατον.
克基拉人当时立即承诺会派遣船只并进行援助,并说明他们不能坐视希腊灭亡;因为如果希腊失败,他们自己在第一天就会沦为奴隶,别无选择;因此,必须竭尽全力予以援助。
§7.168.2ὑπεκρίναντο μὲν οὕτω εὐπρόσωπα· ἐπεὶ δὲ ἔδει βοηθέειν, ἄλλα νοέοντες ἐπλήρωσαν νέας ἑξήκοντα, μόγις δὲ ἀναχθέντες προσέμιξαν τῇ Πελοποννήσῳ, καὶ περὶ Πύλον καὶ Ταίναρον γῆς τῆς Λακεδαιμονίων ἀνεκώχευον τὰς νέας, καραδοκέοντες καὶ οὗτοι τὸν πόλεμον τῇ πεσέεται, ἀελπτέοντες μὲν τοὺς Ἕλληνας ὑπερβαλέεσθαι, δοκέοντες δὲ τὸν Πέρσην κατακρατήσαντα πολλὸν ἄρξειν πάσης τῆς Ἑλλάδος.
他们虽然作出了如此体面的回答;但到了需要提供援助的时候,他们心怀鬼胎,装备了六十艘船,艰难地启航后抵达了伯罗奔尼撒,并在拉刻代蒙领土的皮洛斯和泰纳隆周围停泊了船只,他们也在观望战争将向哪一方倾斜,不指望希腊人能取胜,而认为波斯人在征服后将广泛统治整个希腊。
§7.168.3ἐποίευν ὦν ἐπίτηδες, ἵνα ἔχωσι πρὸς τὸν Πέρσην λέγειν τοιάδε. ὦ βασιλεῦ, ἡμεῖς, παραλαμβανόντων τῶν Ἑλλήνων ἡμέας ἐς τὸν πόλεμον τοῦτον, ἔχοντες δύναμιν οὐκ ἐλαχίστην οὐδὲ νέας ἐλαχίστας παρασχόντες ἂν ἀλλὰ πλείστας μετά γε Ἀθηναίους, οὐκ ἠθελήσαμέν τοι ἐναντιοῦσθαι οὐδέ τι ἀποθύμιον ποιῆσαι.
因此他们是故意这样做的,以便能够对波斯人说出这样的话: “大王啊,当希腊人动员我们参加这场战争时,我们拥有不小的实力,本可以提供不是最少而是仅次于雅典人的最多数量的船只,但我们并不想与您对抗,也不想做出任何让您不快的事。
τοιαῦτα λέγοντες ἤλπιζον πλέον τι τῶν ἄλλων οἴσεσθαι· τά περ ἂν καὶ ἐγένετο, ὡς ἐμοὶ δοκέει.
” 通过说这些话,他们希望获得比其他人更多的恩惠;而在我看来,这也确实会发生。
§7.168.4πρὸς δὲ τοὺς Ἕλληνάς σφι σκῆψις ἐπεποίητο, τῇ περ δὴ καὶ ἐχρήσαντο.
而对于希腊人,他们则准备了借口,也确实派上了用场。
αἰτιωμένων γὰρ τῶν Ἑλλήνων ὅτι οὐκ ἐβοήθεον, ἔφασαν πληρῶσαι μὲν ἑξήκοντα τριήρεας, ὑπὸ δὲ ἐτησιέων ἀνέμων ὑπερβαλεῖν Μαλέην οὐκ οἷοί τε γενέσθαι· οὕτω οὐκ ἀπικέσθαι ἐς Σαλαμῖνα, καὶ οὐδεμιῇ κακότητι λειφθῆναι τῆς ναυμαχίης.
因为当希腊人责怪他们没有提供援助时,他们声称自己虽然装备了六十艘三列桨战船,但由于季风的影响,无法绕过马勒阿角;因此没能抵达萨拉米斯,绝非因为任何胆怯而缺席了海战。