§7.167.1ἔστι δὲ ὑπʼ αὐτῶν Καρχηδονίων ὅδε λόγος λεγόμενος, οἰκότι χρεωμένων, ὡς οἱ μὲν βάρβαροι τοῖσι Ἕλλησι ἐν τῇ Σικελίῃ ἐμάχοντο ἐξ ἠοῦς ἀρξάμενοι μέχρι δείλης ὀψίης (ἐπὶ τοσοῦτο γὰρ λέγεται ἑλκύσαι τὴν σύστασιν), ὁ δὲ Ἀμίλκας ἐν τούτῳ τῷ χρόνῳ μένων ἐν τῷ στρατοπέδῳ ἐθύετο καὶ ἐκαλλιερέετο ἐπὶ πυρῆς μεγάλης σώματα ὅλα καταγίζων, ἰδὼν δὲ τροπὴν τῶν ἑωυτοῦ γινομένην, ὡς ἔτυχε ἐπισπένδων τοῖσι ἱροῖσι, ὦσε ἑωυτὸν ἐς τὸ πῦρ· οὕτω δὴ κατακαυθέντα ἀφανισθῆναι.
然而,迦太基人自己也流传着这样一种说法,他们采用了合理的推论:当异族人在西西里与希腊人交战时,从黎明开始一直持续到傍晚(因为据说冲突拖延了如此之久),而阿米尔卡在此期间一直留在营地,在一座巨大的火坛上将整只整只的躯体焚烧献祭,以此献祭并占卜吉兆;当看到自己的军队开始溃败时,正当他向祭品奠酒时,他将自己投进了火中;就这样,他被烧毁并消失了。
§7.167.2ἀφανισθέντι δὲ Ἀμίλκᾳ τρόπῳ εἴτε τοιούτῳ ὡς Φοίνικες λέγουσι, εἴτε ἑτέρῳ ὡς Καρχηδόνιοι καὶ Συρηκόσιοι,τοῦτο μέν οἱ θύουσι, τοῦτο δὲ μνήματα ἐποίησαν ἐν πάσῃσι τῇσι πόλισι τῶν ἀποικίδων, ἐν αὐτῇ τε μέγιστον Καρχηδόνι.
对于以这种方式消失的阿米尔卡——不论是如腓尼基人所说的那种方式,还是如迦太基人和叙拉古人所说的另一种方式——他们一方面向他献祭,另一方面在所有的殖民城市中为他建立了纪念碑,并在迦太基城本身建立了最大的一座。