Humanitext Reader

希罗多德 · 历史 §7.156.1-7.156.3

格隆强化叙拉古与强迁周边城邦人口

第 1219 段,共 1577 段 · 希腊语

内容简介

格隆将叙拉古作为根据地进行巩固与发展。他将卡马里纳和格拉的居民,以及投降的麦加拉和埃维亚的富裕阶层强制迁往叙拉古并使其成为公民,同时将这些城市的平民作为奴隶卖掉并驱逐出境。

§7.156.1ὁ δὲ ἐπείτε παρέλαβε τὰς Συρηκούσας, Γέλης μὲν ἐπικρατέων λόγον ἐλάσσω ἐποιέετο, ἐπιτρέψας αὐτὴν Ἱέρωνι ἀδελφεῷ ἑωυτοῦ, ὁ δὲ τὰς Συρηκούσας ἐκράτυνε, καὶ ἦσάν οἱ πάντα αἱ Συρήκουσαι·
他占领了叙拉古之后,便不那么重视仍处于统治下的格拉,而将其委托给自己的兄弟希埃隆;他自己则全力巩固叙拉古,叙拉古对我而言便是一切。
§7.156.2αἳ δὲ παραυτίκα ἀνά τʼ ἔδραμον καὶ ἔβλαστον.
叙拉古也立刻壮大并繁荣起来。
τοῦτο μὲν γὰρ Καμαριναίους ἅπαντας ἐς τὰς Συρηκούσας ἀγαγὼν πολιήτας ἐποίησε, Καμαρίνης δὲ τὸ ἄστυ κατέσκαψε, τοῦτο δὲ Γελῴων ὑπερημίσεας τῶν ἀστῶν τὠυτὸ τοῖσι Καμαριναίοισι ἐποίησε·
一方面,他将卡马里纳的全体居民迁至叙拉古并使他们成为公民,同时将卡马里纳城夷为平地;另一方面,他对半数以上的格拉公民也做了与对待卡马里纳人相同的事。
Μεγαρέας τε τοὺς ἐν Σικελίῃ, ὡς πολιορκεόμενοι ἐς ὁμολογίην προσεχώρησαν, τοὺς μὲν αὐτῶν παχέας, ἀειραμένους τε πόλεμον αὐτῷ καὶ προσδοκῶντας ἀπολέεσθαι διὰ τοῦτο, ἀγαγὼν ἐς τὰς Συρηκούσας πολιήτας ἐποίησε· τὸν δὲ δῆμον τῶν Μεγαρέων οὐκ ἐόντα μεταίτιον τοῦ πολέμου τούτου οὐδὲ προσδεκόμενον κακὸν οὐδὲν πείσεσθαι, ἀγαγὼν καὶ τούτους ἐς τὰς Συρηκούσας ἀπέδοτο ἐπʼ ἐξαγωγῇ ἐκ Σικελίης.
至于西西里的麦加拉人,当他们被包围而达成投降协议时,其中那些富裕者——他们曾对他发动战争,并因此预料到自己会被处死——格隆把他们带到叙拉古,让他们成为公民;而麦加拉的平民,他们既非这场战争的共谋者,也未曾料到自己会遭受任何灾祸,格隆把他们也带到叙拉古,然后以驱逐出西西里为条件将他们卖掉。
§7.156.3τὠυτὸ δὲ τοῦτο καὶ Εὐβοέας τοὺς ἐν Σικελίῃ ἐποίησε διακρίνας.
对于西西里的埃维亚人,他在进行甄别之后也做了完全相同的事。
ἐποίεε δὲ ταῦτα τούτους ἀμφοτέρους νομίσας δῆμον εἶναι συνοίκημα ἀχαριτώτατον.
他之所以对这两处的居民都这样做,是因为他认为平民是一起生活时最不讨人喜欢的同伴。

词汇与语法注释

  1. 7.156.2τοῦτο μὲν... τοῦτο δέ — 用作副词,表示“一方面……另一方面……”,引导并列的对比。
  2. 7.156.2παχέας — 意为“肥胖的、厚实的”的形容词宾格复数形式,在此用作社会学隐喻,指代“富裕阶层”或“有势力的公民”。
  3. 7.156.2ἐπʼ ἐξαγωγῇ — 介词 ἐπί 连用与格,表示“以……为条件”。在此指以“运出西西里国外”为条件的奴隶贩卖。
  4. 7.156.3συνοίκημα ἀχαριτώτατον — 作为宾语 δῆμον(阳性名词)的宾语补足语。συνοίκημα 是一个中性名词,意为“同居者”或“共同起居”,在此将平民这一群体概念化,表现了格隆将其视为“极不讨人喜欢(ἀχαριτώτατον)的同居物”的轻蔑态度。

引用这一段

希罗多德, 历史 §7.156.1-7.156.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.156.1-7.156.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。