Humanitext Reader

希罗多德 · 历史 §7.157.1-7.157.3

希腊使者请求格隆结盟抗波

第 1220 段,共 1577 段 · 希腊语

内容简介

希腊使者抵达叙拉古会见僭主格隆,向他陈述波斯入侵的威胁,并恳请他加入同盟以共同保卫希腊。

§7.157.1τοιούτῳ μὲν τρόπῳ τύραννος ἐγεγόνεε μέγας ὁ Γέλων·
格隆就是以这样的方式成为了一位伟大的僭主。
τότε δʼ ὡς οἱ ἄγγελοι τῶν Ἑλλήνων ἀπίκατο ἐς τὰς Συρηκούσας, ἐλθόντες αὐτῷ ἐς λόγους ἔλεγον τάδε. ἔπεμψαν ἡμέας Λακεδαιμόνιοι καὶ οἱ τούτων σύμμαχοι παραλαμψομένους σε πρὸς τὸν βάρβαρον·
当时,希腊人的使者们抵达叙拉古,前来与他会谈,并说了以下的话:\n“拉刻代蒙人及其同盟者派我们来,是为了争取你共同对抗野蛮人。
τὸν γὰρ ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα πάντως κου πυνθάνεαι, ὅτι Πέρσης ἀνὴρ μέλλει, ζεύξας τὸν Ἑλλήσποντον καὶ ἐπάγων πάντα τὸν ἠῷον στρατὸν ἐκ τῆς Ἀσίης, στρατηλατήσειν ἐπὶ τὴν Ἑλλάδα, πρόσχημα μὲν ποιεύμενος ὡς ἐπʼ Ἀθήνας ἐλαύνει, ἐν νόῳ δὲ ἔχων πᾶσαν τὴν Ἑλλάδα ὑπʼ ἑωυτῷ ποιήσασθαι.
因为你大概完全知道那个正向希腊逼近的人,即一个波斯人企图在赫勒斯滂架桥,并带领来自亚细亚的所有东方军队对希腊进行远征。 他虽然借口说是要进攻雅典,但心里却打算将整个希腊置于自己的统治之下。
§7.157.2σὺ δὲ δυνάμιός τε γὰρ ἥκεις μεγάλως καὶ μοῖρά τοι τῆς Ἑλλάδος οὐκ ἐλαχίστη μέτα ἄρχοντί γε Σικελίης, βοήθεέ τε τοῖσι ἐλευθεροῦσι τὴν Ἑλλάδα καὶ συνελευθέρου.
\n而你拥有强大的力量,作为西西里的统治者,你占有希腊不小的一份份额。 因此,请你援助那些正在解放希腊的人,并与他们共同争取解放。
ἁλὴς μὲν γὰρ γενομένη πᾶσα ἡ Ἑλλὰς χεὶρ μεγάλη συνάγεται, καὶ ἀξιόμαχοι γινόμεθα τοῖσι ἐπιοῦσι· ἢν δὲ οἳ μὲν ἡμέων καταπροδιδῶσι οἳ δὲ μὴ θέλωσι τιμωρέειν, τὸ δὲ ὑγιαῖνον τῆς Ἑλλάδος ᾖ ὀλίγον, τοῦτο δὲ ἤδη δεινὸν γίνεται μὴ πέσῃ πᾶσα ἡ Ἑλλάς.
因为如果整个希腊团结一致,就会汇聚成一股巨大的力量,我们就能足以抵御入侵者;但如果我们中有人背叛,有人不愿救援,导致希腊健全的部分变得很少,那么现在就令人非常担心整个希腊是否会陷落。
§7.157.3μὴ γὰρ ἐλπίσῃς, ἢν ἡμέας καταστρέψηται ὁ Πέρσης μάχῃ κρατήσας, ὡς οὐκὶ ἥξει παρὰ σέ γε, ἀλλὰ πρὸ τούτου φύλαξαι·
\n因为你千万不要指望,一旦波斯人通过战争获胜征服了我们,他就不会找上你;相反,你要在这一切发生之前防范它。
βοηθέων γὰρ ἡμῖν σεωυτῷ τιμωρέεις.
因为援助我们就是保护你自己。
τῷ δὲ εὖ βουλευθέντι πρήγματι τελευτὴ ὡς τὸ ἐπίπαν χρηστὴ ἐθέλει ἐπιγίνεσθαι.
对于一个深思熟虑的计划,通常都会随之带来好的结果。 ”

词汇与语法注释

  1. §7.157.2δυνάμιός τε γὰρ ἥκεις μεγάλως — 动词 ἥκω 与表示关系的属格 δυνάμιος 以及副词 μεγάλως 相结合的句式,这是希罗多德文风的特征,意为“在……方面达到了很高的程度”或“非常具备……”。这与 εὖ ἥκειν βίου(生活优裕)等表达方式类似。
  2. §7.157.2μέτα — 非人称动词 μέτεστι(某人有一份、属于)的重音后退(anastrophe)及省音形式。与与格 τοι(相当于 σοι)连用,意为“希腊不小的一份份额属于你”。
  3. §7.157.2δεινὸν γίνεται μὴ πέσῃ πᾶσα ἡ Ἑλλὰς — 在 δεινόν ἐστι/γίνεται(是令人恐惧的事、成为危险的事)之后,接 μὴ 以及虚拟语气(πέσῃ),其用法类似于表示恐惧的动词,引导一个表示担心的从句:“令人担心整个希腊会陷落”。
  4. §7.157.3βοηθέων γὰρ ἡμῖν σεωυτῷ τιμωρέεις — 现在分词 βοηθέων 表示手段或条件(“通过援助我们”)。主动词 τιμωρέεις 为主动语态,带与格(σεωυτῷ),意为“帮助、保护某人”(须与带宾格且意为“向某人报复”的中动语态相区别)。

引用这一段

希罗多德, 历史 §7.157.1-7.157.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.157.1-7.157.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。