§7.155.1ὡς δὲ καὶ Ἱπποκράτεα τυραννεύσαντα ἴσα ἔτεα τῷ ἀδελφεῷ Κλεάνδρῳ κατέλαβε ἀποθανεῖν πρὸς πόλι Ὕβλῃ στρατευσάμενον ἐπὶ τοὺς Σικελούς, οὕτω δὴ ὁ Γέλων τῷ λόγῳ τιμωρέων τοῖσι Ἱπποκράτεος παισὶ Εὐκλείδῃ τε καὶ Κλεάνδρῳ, οὐ βουλομένων τῶν πολιητέων κατηκόων ἔτι εἶναι, τῷ ἔργῳ, ὡς ἐπεκράτησε μάχῃ τῶν Γελῴων, ἦρχε αὐτὸς ἀποστερήσας τοὺς Ἱπποκράτεος παῖδας.
在希波克拉底也担任了与其兄弟克莱安德罗斯相同年数的僭主之后,当他在对西西里人发动战争时,在许布拉城附近遭遇了死亡,于是格隆名义上是在帮助希波克拉底的儿子们——欧克莱德斯和克莱安德罗斯(因为公民们不愿再服从统治),但实际上,当他在战斗中击败格拉人后,便剥夺了希波克拉底之子们的权力,由自己实行统治。
§7.155.2μετὰ δὲ τοῦτο τὸ εὕρημα τοὺς γαμόρους καλεομένους τῶν Συρηκοσίων ἐκπεσόντας ὑπό τε τοῦ δήμου καὶ τῶν σφετέρων δούλων, καλεομένων δὲ Κυλλυρίων, ὁ Γέλων καταγαγὼν τούτους ἐκ Κασμένης πόλιος ἐς τὰς Συρηκούσας ἔσχε καὶ ταύτας·
在此次侥幸成功之后,叙拉古中被称为“加莫罗伊”的人们曾被平民和他们自己被称为“基利里奥伊”的奴隶所驱逐,格隆将他们从卡斯墨奈城接回叙拉古,从而也占领了这座城市。
ὁ γὰρ δῆμος ὁ τῶν Συρηκοσίων ἐπιόντι Γέλωνι παραδιδοῖ τὴν πόλιν καὶ ἑωυτόν.
因为面对进军的格隆,叙拉古的平民将城市和他们自己都交了出来。