§7.156.1ὁ δὲ ἐπείτε παρέλαβε τὰς Συρηκούσας, Γέλης μὲν ἐπικρατέων λόγον ἐλάσσω ἐποιέετο, ἐπιτρέψας αὐτὴν Ἱέρωνι ἀδελφεῷ ἑωυτοῦ, ὁ δὲ τὰς Συρηκούσας ἐκράτυνε, καὶ ἦσάν οἱ πάντα αἱ Συρήκουσαι· §7.156.2αἳ δὲ παραυτίκα ἀνά τʼ ἔδραμον καὶ ἔβλαστον.
he had taken over Syracuse, he held Gela in less account, though he still ruled it, having entrusted it to his brother Hieron; but he strengthened Syracuse, and Syracuse was everything to him. Syracuse immediately grew up and flourished.
τοῦτο μὲν γὰρ Καμαριναίους ἅπαντας ἐς τὰς Συρηκούσας ἀγαγὼν πολιήτας ἐποίησε, Καμαρίνης δὲ τὸ ἄστυ κατέσκαψε, τοῦτο δὲ Γελῴων ὑπερημίσεας τῶν ἀστῶν τὠυτὸ τοῖσι Καμαριναίοισι ἐποίησε·
For, on the one hand, he brought all the Kamarinaeans to Syracuse and made them citizens, and razed the town of Kamarina to the ground; and on the other hand, he did the same to more than half of the citizens of Gela as he had done to the Kamarinaeans.
Μεγαρέας τε τοὺς ἐν Σικελίῃ, ὡς πολιορκεόμενοι ἐς ὁμολογίην προσεχώρησαν, τοὺς μὲν αὐτῶν παχέας, ἀειραμένους τε πόλεμον αὐτῷ καὶ προσδοκῶντας ἀπολέεσθαι διὰ τοῦτο, ἀγαγὼν ἐς τὰς Συρηκούσας πολιήτας ἐποίησε· τὸν δὲ δῆμον τῶν Μεγαρέων οὐκ ἐόντα μεταίτιον τοῦ πολέμου τούτου οὐδὲ προσδεκόμενον κακὸν οὐδὲν πείσεσθαι, ἀγαγὼν καὶ τούτους ἐς τὰς Συρηκούσας ἀπέδοτο ἐπʼ ἐξαγωγῇ ἐκ Σικελίης. §7.156.3τὠυτὸ δὲ τοῦτο καὶ Εὐβοέας τοὺς ἐν Σικελίῃ ἐποίησε διακρίνας.
Moreover, as for the Megarians in Sicily, when, under siege, they came to terms of surrender, those of them who were wealthy—who had raised war against him and expected to be put to death because of this—he brought to Syracuse and made them citizens; but the common people of the Megarians, who had no share in the blame for this war and expected to suffer no harm, he also brought to Syracuse and sold them into slavery on condition of exportation from Sicily. did the very same thing to the Euboeans in Sicily as well, making a distinction among them.
ἐποίεε δὲ ταῦτα τούτους ἀμφοτέρους νομίσας δῆμον εἶναι συνοίκημα ἀχαριτώτατον.
He did this to both of these peoples because he considered the common people to be a most disagreeable companion to live with.