§7.156.1ὁ δὲ ἐπείτε παρέλαβε τὰς Συρηκούσας, Γέλης μὲν ἐπικρατέων λόγον ἐλάσσω ἐποιέετο, ἐπιτρέψας αὐτὴν Ἱέρωνι ἀδελφεῷ ἑωυτοῦ, ὁ δὲ τὰς Συρηκούσας ἐκράτυνε, καὶ ἦσάν οἱ πάντα αἱ Συρήκουσαι·
彼がシラクサを手に入れると、ゲラを重視しなくなり、そこを自身の兄弟であるヒエロンに委ねた。 彼自身はシラクサを強化し、シラクサこそが彼にとってのすべてであった。
§7.156.2αἳ δὲ παραυτίκα ἀνά τʼ ἔδραμον καὶ ἔβλαστον.
そしてシラクサはたちまち急速に成長し、繁栄した。
τοῦτο μὲν γὰρ Καμαριναίους ἅπαντας ἐς τὰς Συρηκούσας ἀγαγὼν πολιήτας ἐποίησε, Καμαρίνης δὲ τὸ ἄστυ κατέσκαψε, τοῦτο δὲ Γελῴων ὑπερημίσεας τῶν ἀστῶν τὠυτὸ τοῖσι Καμαριναίοισι ἐποίησε·
というのも、一方では彼はカマリナ市民全員をシラクサに連れて行って市民とし、カマリナの街を徹底的に破壊したからであり、他方ではゲラ市民の半数以上に対して、カマリナ市民に対したのと同じことをした。
Μεγαρέας τε τοὺς ἐν Σικελίῃ, ὡς πολιορκεόμενοι ἐς ὁμολογίην προσεχώρησαν, τοὺς μὲν αὐτῶν παχέας, ἀειραμένους τε πόλεμον αὐτῷ καὶ προσδοκῶντας ἀπολέεσθαι διὰ τοῦτο, ἀγαγὼν ἐς τὰς Συρηκούσας πολιήτας ἐποίησε·
また、シケリアのメガリア人たちが、包囲されて降伏の合意に至ったとき、彼らのうちの富裕な者たち、つまり彼に対して戦争を起こし、そのため処刑されるのを覚悟していた者たちを、シラクサに連れて行って市民とした。
τὸν δὲ δῆμον τῶν Μεγαρέων οὐκ ἐόντα μεταίτιον τοῦ πολέμου τούτου οὐδὲ προσδεκόμενον κακὸν οὐδὲν πείσεσθαι, ἀγαγὼν καὶ τούτους ἐς τὰς Συρηκούσας ἀπέδοτο ἐπʼ ἐξαγωγῇ ἐκ Σικελίης.
これに対して、この戦争の責任がなく、いかなる害も被ることはないと予期していたメガリアの民衆は、彼らをもシラクサに連れて行った上で、シケリア国外へ連れ出すことを条件として売り払った。
§7.156.3τὠυτὸ δὲ τοῦτο καὶ Εὐβοέας τοὺς ἐν Σικελίῃ ἐποίησε διακρίνας.
シケリアのエウボイア人たちに対しても、選別した上でこれと全く同じことをした。
ἐποίεε δὲ ταῦτα τούτους ἀμφοτέρους νομίσας δῆμον εἶναι συνοίκημα ἀχαριτώτατον.
彼がこの両者に対してこのようにしたのは、民衆とは共同生活を送る上で極めて不愉快な同居人であると考えたからであった。