Humanitext Reader

希罗多德 · 历史 §7.137.1-7.137.3

塔尔提比乌斯之怒的复燃与使节之子的结局

第 1200 段,共 1577 段 · 希腊语

内容简介

塔尔提比乌斯的愤怒虽暂时平息,但后来在伯罗奔尼撒战争期间复燃,导致前往求赎的两人的儿子们被雅典人处死。作者认为这是神意彰显的奇迹。

§7.137.1οὕτω ἡ Ταλθυβίου μῆνις καὶ ταῦτα ποιησάντων Σπαρτιητέων ἐπαύσατο τὸ παραυτίκα, καίπερ ἀπονοστησάντων ἐς Σπάρτην Σπερθίεώ τε καὶ Βούλιος.
由于斯巴达人做出了这些举动,塔尔提比乌斯的愤怒暂时平息了,尽管斯佩尔蒂亚斯和布里斯平安回到了斯巴达。
χρόνῳ δὲ μετέπειτα πολλῷ ἐπηγέρθη κατὰ τὸν Πελοποννησίων καὶ Ἀθηναίων πόλεμον, ὡς λέγουσι Λακεδαιμόνιοι.
但是在很久以后,在伯罗奔尼撒人与雅典人的战争期间,这怒火又重新复燃,正如拉栖代梦人所说的那样。
τοῦτο μοι ἐν τοῖσι θειότατον φαίνεται γενέσθαι.
在我看来,这件事似乎是最具神意性质的。
§7.137.2ὅτι μὲν γὰρ κατέσκηψε ἐς ἀγγέλους ἡ Ταλθυβίου μῆνις οὐδὲ ἐπαύσατο πρὶν ἢ ἐξῆλθε, τὸ δίκαιον οὕτω ἔφερε· τὸ δὲ συμπεσεῖν ἐς τοὺς παῖδας τῶν ἀνδρῶν τούτων τῶν ἀναβάντων πρὸς βασιλέα διὰ τὴν μῆνιν, ἐς Νικόλαν τε τὸν Βούλιος καὶ ἐς Ἀνήριστον τὸν Σπερθίεω, ὃς εἷλε Ἁλιέας τοὺς ἐκ Τίρυνθος ὁλκάδι καταπλώσας πλήρεϊ ἀνδρῶν, δῆλον ὦν μοι ὅτι θεῖον ἐγένετο τὸ πρῆγμα ἐκ τῆς μήνιος·
因为塔尔提比乌斯的愤怒降临在使者身上,并且在得到平息之前绝不停止,这乃是正义的必然结果;但是,由于这愤怒,灾祸竟然落在了那些上晋国王的男人们的儿子身上——即落在了布里斯之子尼古拉斯和斯佩尔蒂亚斯之子阿内里斯托斯(此人曾率领满载士兵的商船航行,俘获了来自蒂林斯的哈利埃伊斯人)的身上——这对我来说显然证明了,这件事完全是由那愤怒引起的、具有神意的事件。
§7.137.3οἳ γὰρ πεμφθέντες ὑπὸ Λακεδαιμονίων ἄγγελοι ἐς τὴν Ἀσίην, προδοθέντες δὲ ὑπὸ Σιτάλκεω τοῦ Τήρεω Θρηίκων βασιλέος καὶ Νυμφοδώρου τοῦ Πύθεω ἀνδρὸς Ἀβδηρίτεω, ἥλωσαν κατὰ Βισάνθην τὴν ἐν Ἑλλησπόντῳ, καὶ ἀπαχθέντες ἐς τὴν Ἀττικὴν ἀπέθανον ὑπὸ Ἀθηναίων, μετὰ δὲ αὐτῶν καὶ Ἀριστέας ὁ Ἀδειμάντου Κορίνθιος ἀνήρ.
因为他们作为拉栖代梦人派往亚洲的使者,被色雷斯人的国王、泰雷斯之子西塔尔克斯以及阿布德拉人、皮特斯之子宁福多罗斯所出卖,在赫勒斯滂的毕桑特附近被捕,并被押送至阿提卡,死于雅典人之手,与他们一同遇害的还有阿代曼托斯之子、科林斯人阿里斯蒂亚斯。
ταῦτα μέν νυν πολλοῖσι ἔτεσι ὕστερον ἐγένετο τοῦ βασιλέος στόλου, ἐπάνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον.
这些事情是在国王远征多年后发生的,而我现在将回到先前的叙述中。

词汇与语法注释

  1. §7.137.1καίπερ ἀπονοστησάντων — 带有让步连词 `καίπερ` 的属格绝对结构(`καίπερ ἀπονοστησάντων Σπερθίεώ τε καὶ Βούλιος`),表示“尽管斯佩尔蒂亚斯和布里斯已经安全返回”。
  2. §7.137.1ἐν τοῖσι θειότατον — 赫罗多德特有的惯用表达,通过带有介词 `ἐν` 的指示代词复数与格来加强最高级(`ἐν τοῖσι θειότατον`),意为“在(所有事件)中最具神意的”,即极其神圣。
  3. §7.137.2τὸ δὲ συμπεσεῖν ... δῆλον ὦν μοι ὅτι... — 一种语法破格(anacoluthon)现象。句子开头以主格定冠词不定式短语 `τὸ δὲ συμπεσεῖν...`(然而灾祸降临于……)作为预设主语,但因中间插入了较长的同格及关系从句,导致在没有对应的主动词的情况下,直接过渡到了 `δῆλον ὦν μοι ὅτι...`(对我来说显而易见的是……)这一新结构。
  4. §7.137.3οἳ — 在句首起连接作用的关系代词,实际起指示代词(“他们”)的作用,指代前文刚提到的尼古拉斯和阿内里斯托斯。
  5. §7.137.3τοῦ βασιλέος στόλου — 比较属格,由具有比较意义的副词 `ὕστερον`(在……之后)所支配,表示比较的基准(“在国王的远征之后”)。

引用这一段

希罗多德, 历史 §7.137.1-7.137.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.137.1-7.137.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。