§7.138.1ἡ δὲ στρατηλασίη ἡ βασιλέος οὔνομα μὲν εἶχε ὡς ἐπʼ Ἀθήνας ἐλαύνει, κατίετο δὲ ἐς πᾶσαν τὴν Ἑλλάδα.
国王的远征名义上是针对雅典进军,但实际上是针对整个希腊。
πυνθανόμενοι δὲ ταῦτα πρὸ πολλοῦ οἱ Ἕλληνες οὐκ ἐν ὁμοίῳ πάντες ἐποιεῦντο.
希腊人早就听闻了此事,但并非所有人均以相同的方式对待此事。
§7.138.2οἱ μὲν γὰρ αὐτῶν δόντες γῆν καὶ ὕδωρ τῷ Πέρσῃ εἶχον θάρσος ὡς οὐδὲν πεισόμενοι ἄχαρι πρὸς τοῦ βαρβάρου· οἱ δὲ οὐ δόντες ἐν δείματι μεγάλῳ κατέστασαν, ἅτε οὔτε νεῶν ἐουσέων ἐν τῇ Ἑλλάδι ἀριθμὸν ἀξιομάχων δέκεσθαι τὸν ἐπιόντα, οὔτε βουλομένων τῶν πολλῶν ἀντάπτεσθαι τοῦ πολέμου, μηδιζόντων δὲ προθύμως.
因为在他们之中,那些已经向波斯人奉上“土与水”的人满怀信心,认为自己不会受到蛮族的任何伤害;而那些没有奉上的人则陷入了巨大的恐慌之中,因为希腊既没有足够数量的战船来迎接来犯之敌,大多数人也不愿参与战争,反而极力倒向波斯一方。