§7.137.1οὕτω ἡ Ταλθυβίου μῆνις καὶ ταῦτα ποιησάντων Σπαρτιητέων ἐπαύσατο τὸ παραυτίκα, καίπερ ἀπονοστησάντων ἐς Σπάρτην Σπερθίεώ τε καὶ Βούλιος.
Thus the wrath of Talthybius ceased for the immediate present because the Spartans had done this, even though Sperthias and Bulis returned safe to Sparta.
χρόνῳ δὲ μετέπειτα πολλῷ ἐπηγέρθη κατὰ τὸν Πελοποννησίων καὶ Ἀθηναίων πόλεμον, ὡς λέγουσι Λακεδαιμόνιοι.
But a long time afterwards, it was aroused during the war between the Peloponnesians and the Athenians, as the Lacedaemonians say.
τοῦτο μοι ἐν τοῖσι θειότατον φαίνεται γενέσθαι.
This seems to me to have been a most divine occurrence.
§7.137.2ὅτι μὲν γὰρ κατέσκηψε ἐς ἀγγέλους ἡ Ταλθυβίου μῆνις οὐδὲ ἐπαύσατο πρὶν ἢ ἐξῆλθε, τὸ δίκαιον οὕτω ἔφερε· τὸ δὲ συμπεσεῖν ἐς τοὺς παῖδας τῶν ἀνδρῶν τούτων τῶν ἀναβάντων πρὸς βασιλέα διὰ τὴν μῆνιν, ἐς Νικόλαν τε τὸν Βούλιος καὶ ἐς Ἀνήριστον τὸν Σπερθίεω, ὃς εἷλε Ἁλιέας τοὺς ἐκ Τίρυνθος ὁλκάδι καταπλώσας πλήρεϊ ἀνδρῶν, δῆλον ὦν μοι ὅτι θεῖον ἐγένετο τὸ πρῆγμα ἐκ τῆς μήνιος·
For that the wrath of Talthybius fell upon messengers, and did not cease until it was satisfied, was but just; but that it should fall upon the sons of those men who went up to the King because of the wrath—namely, upon Nicolas the son of Bulis and Aneristus the son of Sperthias (the same who captured the Halieis from Tiryns by sailing down in a merchant vessel full of men)—makes it clear to me that the matter was indeed a divine event arising from that wrath.
§7.137.3οἳ γὰρ πεμφθέντες ὑπὸ Λακεδαιμονίων ἄγγελοι ἐς τὴν Ἀσίην, προδοθέντες δὲ ὑπὸ Σιτάλκεω τοῦ Τήρεω Θρηίκων βασιλέος καὶ Νυμφοδώρου τοῦ Πύθεω ἀνδρὸς Ἀβδηρίτεω, ἥλωσαν κατὰ Βισάνθην τὴν ἐν Ἑλλησπόντῳ, καὶ ἀπαχθέντες ἐς τὴν Ἀττικὴν ἀπέθανον ὑπὸ Ἀθηναίων, μετὰ δὲ αὐτῶν καὶ Ἀριστέας ὁ Ἀδειμάντου Κορίνθιος ἀνήρ.
For these men, having been sent as messengers by the Lacedaemonians to Asia, and having been betrayed by Sitalces the son of Teres, king of the Thracians, and by Nymphodorus the son of Pythes, a man of Abdera, were captured near Bisanthe on the Hellespont; and having been carried off to Attica, they were put to death by the Athenians, and with them also Aristeas the son of Adeimantus, a Corinthian.
ταῦτα μέν νυν πολλοῖσι ἔτεσι ὕστερον ἐγένετο τοῦ βασιλέος στόλου, ἐπάνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον.
These things, however, happened many years after the King's expedition; and I shall now return to my former narrative.