§7.115.1ὡς δὲ ἀπὸ τοῦ Στρυμόνος ἐπορεύετο ὁ στρατός, ἐνθαῦτα πρὸς ἡλίου δυσμέων ἐστὶ αἰγιαλὸς ἐν τῷ οἰκημένην Ἄργιλον πόλιν Ἑλλάδα παρεξήιε·
当军队从斯特里蒙河出发前行时,在西方有一处海岸,军队从建于该处的希腊城市阿尔吉罗斯旁经过。
αὕτη δὲ καὶ ἡ κατύπερθε ταύτης καλέεται Βισαλτίη.
这个地方以及其上方的地区被称为毕萨尔蒂亚。
§7.115.2ἐνθεῦτεν δὲ κόλπον τὸν ἐπὶ Ποσιδηίου ἐξ ἀριστερῆς χειρὸς ἔχων ἤιε διὰ Συλέος πεδίου καλεομένου, Στάγειρον πόλιν Ἑλλάδα παραμειβόμενος, καὶ ἀπίκετο ἐς Ἄκανθον, ἅμα ἀγόμενος τούτων ἕκαστον τῶν ἐθνέων καὶ τῶν περὶ τὸ Πάγγαιον ὄρος οἰκεόντων, ὁμοίως καὶ τῶν πρότερον κατέλεξα, τοὺς μὲν παρὰ θάλασσαν ἔχων οἰκημένους ἐκ νηυσὶ στρατευομένους, τοὺς δʼ ὑπὲρ θαλάσσης πεζῇ ἑπομένους.
从那里出发,他们将波西迪翁附近的湾流留在左手边,穿过被称为塞琉斯的平原,绕过希腊城市斯塔吉罗斯,抵达了阿坎索斯,同时随军带走了这些民族中的每一个,以及居住在潘盖翁山周围的人们,正如我之前所列举的那些人一样;他们让居住在海边的人在船上服役,而让居住在内陆的人步履相随。
§7.115.3τὴν δὲ ὁδὸν ταύτην, τῇ βασιλεὺς Ξέρξης τὸν στρατὸν ἤλασε, οὔτε συγχέουσι Θρήικες οὔτʼ ἐπισπείρουσι σέβονταί τε μεγάλως τὸ μέχρι ἐμεῦ.
这条国王薛西斯率领大军走过的道路,色雷斯人既不破坏,也不在上面播种,并且直到我的时代,他们都对其怀有极大的敬畏。