§7.115.1ὡς δὲ ἀπὸ τοῦ Στρυμόνος ἐπορεύετο ὁ στρατός, ἐνθαῦτα πρὸς ἡλίου δυσμέων ἐστὶ αἰγιαλὸς ἐν τῷ οἰκημένην Ἄργιλον πόλιν Ἑλλάδα παρεξήιε· αὕτη δὲ καὶ ἡ κατύπερθε ταύτης καλέεται Βισαλτίη.
When the army journeyed from the Strymon, there, towards the setting of the sun, is a shore along which they passed by the Greek city of Argilus, which is situated there; and this region, as well as the one above it, is called Bisaltia.
§7.115.2ἐνθεῦτεν δὲ κόλπον τὸν ἐπὶ Ποσιδηίου ἐξ ἀριστερῆς χειρὸς ἔχων ἤιε διὰ Συλέος πεδίου καλεομένου, Στάγειρον πόλιν Ἑλλάδα παραμειβόμενος, καὶ ἀπίκετο ἐς Ἄκανθον, ἅμα ἀγόμενος τούτων ἕκαστον τῶν ἐθνέων καὶ τῶν περὶ τὸ Πάγγαιον ὄρος οἰκεόντων, ὁμοίως καὶ τῶν πρότερον κατέλεξα, τοὺς μὲν παρὰ θάλασσαν ἔχων οἰκημένους ἐκ νηυσὶ στρατευομένους, τοὺς δʼ ὑπὲρ θαλάσσης πεζῇ ἑπομένους.
From there, keeping the gulf off Posideium on the left hand, they went through what is called the plain of Syleus, passing by the Greek city of Stageirus, and arrived at Acanthus, bringing along with them each of these nations and also those who dwelt around Mount Pangaeum, in like manner as those whom I listed before; having those who dwelt by the sea serving on ships, while those who lived inland followed on foot.
§7.115.3τὴν δὲ ὁδὸν ταύτην, τῇ βασιλεὺς Ξέρξης τὸν στρατὸν ἤλασε, οὔτε συγχέουσι Θρήικες οὔτʼ ἐπισπείρουσι σέβονταί τε μεγάλως τὸ μέχρι ἐμεῦ.
This road, along which King Xerxes marched his army, the Thracians neither destroy nor sow upon, but hold it in great reverence even to my own time.