Humanitext Reader

希罗多德 · 历史 §7.11.1-7.11.4

薛西斯的愤怒与出征希腊的誓言

第 1071 段,共 1577 段 · 希腊语

内容简介

薛西斯对阿尔塔巴努斯的警告感到愤怒并予以反驳。他宣布将叔父排除在远征之外并留守本土,同时指着自己自阿契美尼斯以来的高贵血统起誓,誓要征服希腊并向雅典人复仇。

§7.11.1Ἀρτάβανος μὲν ταῦτα ἔλεξε, Ξέρξης δὲ θυμωθεὶς ἀμείβεται τοῖσιδε. Ἀρτάβανε, πατρὸς εἶς τοῦ ἐμοῦ ἀδελφεός· τοῦτό σε ῥύσεται μηδένα ἄξιον μισθὸν λαβεῖν ἐπέων ματαίων.
阿尔塔巴努斯说了这些话,而薛西斯发怒,用以下的话回答: “阿尔塔巴努斯,你是我父亲的兄弟;这一点将保护你,免受因你那些愚妄之言而应得的惩罚。
καί τοι ταύτην τὴν ἀτιμίην προστίθημι ἐόντι κακῷ καὶ ἀθύμῳ, μήτε συστρατεύεσθαι ἔμοιγε ἐπὶ τὴν Ἑλλάδα αὐτοῦ τε μένειν ἅμα τῇσι γυναιξί· ἐγὼ δὲ καὶ ἄνευ σέο ὅσα περ εἶπα ἐπιτελέα ποιήσω.
然而,对于你这个懦弱而无胆量的人,我给你加上这样的耻辱:你不准随我一同出征希腊,而要同妇人们一起留在本地;而我,即使没有你,也将把我所说的一切付诸实现。
§7.11.2μὴ γὰρ εἴην ἐκ Δαρείου τοῦ Ὑστάσπεος τοῦ Ἀρσάμεος τοῦ Ἀριαράμνεω τοῦ Τεΐσπεος τοῦ Κύρου τοῦ Καμβύσεω τοῦ Τεΐσπεος τοῦ Ἀχαιμένεος γεγονώς, μὴ τιμωρησάμενος Ἀθηναίους, εὖ ἐπιστάμενος ὅτι εἰ ἡμεῖς ἡσυχίην ἄξομεν, ἀλλʼ οὐκ ἐκεῖνοι, ἀλλὰ καὶ μάλα στρατεύσονται ἐπὶ τὴν ἡμετέρην, εἰ χρὴ σταθμώσασθαι τοῖσι ὑπαργμένοισι ἐξ ἐκείνων, οἳ Σάρδις τε ἐνέπρησαν καὶ ἤλασαν ἐς τὴν Ἀσίην.
因为,如果我不向雅典人报仇,我就不配作大流士的子孙——他是阿契美尼斯之子、泰斯佩斯之子、冈比西斯之子、居鲁士之子、泰斯佩斯之子、阿里亚拉姆涅斯之子、阿尔萨梅斯之子、希斯塔斯佩斯之子;因为我深知,即使我们保持平静,他们也决不会消停,反而必定会大举侵略我们的领地,如果必须根据他们先前的所作所为来作判断的话——他们不仅焚毁了萨尔迪斯,而且打进了亚洲。
§7.11.3οὔκων ἐξαναχωρέειν οὐδετέροισι δυνατῶς ἔχει, ἀλλὰ ποιέειν ἢ παθεῖν πρόκειται ἀγών, ἵνα ἢ τάδε πάντα ὑπὸ Ἕλλησι ἢ ἐκεῖνα πάντα ὑπὸ Πέρσῃσι γένηται·
因此,双方都没有退路,摆在眼前的斗争是:要么施加,要么承受,以便让这所有的一切都归入希腊人的统治之下,或者那所有的一切都归入波斯人的统治之下。
τὸ γὰρ μέσον οὐδὲν τῆς ἔχθρης ἐστί.
因为在我们的敌对关系中,绝无中间道路可言。
§7.11.4καλὸν ὦν προπεπονθότας ἡμέας τιμωρέειν ἤδη γίνεται, ἵνα καὶ τὸ δεινὸν τὸ πείσομαι τοῦτο μάθω, ἐλάσας ἐπʼ ἄνδρας τούτους, τούς γε καὶ Πέλοψ ὁ Φρύξ, ἐὼν πατέρων τῶν ἐμῶν δοῦλος, κατεστρέψατο οὕτω ὡς καὶ ἐς τόδε αὐτοί τε ὥνθρωποι καὶ ἡ γῆ αὐτῶν ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέονται.
因此,对早已蒙受损害的我们而言,现在进行报仇是理所当然的。 这样一来,通过向这些人进军,我也可以了解我将会遭受的那种所谓‘可怕的事情’。 这些人,甚至连我祖先的奴隶——弗里吉亚人佩洛普斯,也曾将他们彻底征服,以至于直到今天,这些人自己和他们的土地仍然以征服者的名字来命名。 ”

词汇与语法注释

  1. 7.11.1ῥύσεται μηδένα — 在表示防范、保护或阻碍的动词(如 ῥύομαι)之后,古典希腊语中常在带否定意义的不定式前附加一个冗余的否定词(此处为不定式 λαβεῖν 之前的 μηδένα)。这并非双重否定,而应理解为单一否定,即“保护你免于遭受……”。
  2. 7.11.2μὴ γὰρ εἴην ... γεγονώς, μὴ τιμωρησάμενος — 前半句 μὴ εἴην γεγονώς 是表示愿望的祈愿语气(“愿我不是……所生”),而其后的分词短语 μὴ τιμωρησάμενος 则充当否定条件分词(“如果我不向……报仇”)。整句构成了一个带有强烈决心的誓言结构:“如果我不惩罚雅典人,愿我不再是大流士的子孙”。
  3. 7.11.4τὸ δεινὸν τὸ πείσομαι — “我将遭受的可怕之事”。薛西斯在此使用反讽语气,以此嘲弄前一章(7.10H)中阿尔塔巴努斯关于远征军将遭遇悲惨命运的执拗警告。

引用这一段

希罗多德, 历史 §7.11.1-7.11.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.11.1-7.11.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。