§7.12.1ταῦτα μὲν ἐπὶ τοσοῦτο ἐλέγετο.
这些话就说到这里。
μετὰ δὲ εὐφρόνη τε ἐγίνετο καὶ Ξέρξην ἔκνιζε ἡ Ἀρταβάνου γνώμη·
随后,夜幕降临,阿尔塔巴努斯的意见让薛西斯焦虑不安。
νυκτὶ δὲ βουλὴν διδοὺς πάγχυ εὕρισκέ οἱ οὐ πρῆγμα εἶναι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα.
他在夜里深思熟虑,发现对自己而言,对希腊出征绝非明智之举。
δεδογμένων δέ οἱ αὖτις τούτων κατύπνωσε, καὶ δή κου ἐν τῇ νυκτὶ εἶδε ὄψιν τοιήνδε, ὡς λέγεται ὑπὸ Περσέων·
当这一决定再次确立后,他便入睡了。
ἐδόκεε ὁ Ξέρξης ἄνδρα οἱ ἐπιστάντα μέγαν τε καὶ εὐειδέα εἰπεῖν §7.12.2μετὰ δὴ βουλεύεαι, ὦ Πέρσα, στράτευμα μὴ ἄγειν ἐπὶ τὴν Ἑλλάδα, προείπας ἁλίζειν Πέρσας στρατόν;
接着,据波斯人所说,他在夜里看见了如下的幻象:薛西斯觉得有一个高大英俊的人站在他身旁,对他说: “波斯人啊,你既已下令召集波斯军队,此后却又决定不率军前往希腊了吗?
οὔτε ὦν μεταβουλευόμενος ποιέεις εὖ οὔτε ὁ συγγνωσόμενός τοι πάρα·
因此,你改变主意既非善策,也无人在旁会宽容你。
ἀλλʼ ὥσπερ τῆς ἡμέρης ἐβουλεύσαο ποιέειν, ταύτην ἴθι τῶν ὁδῶν.
相反,正像你在白日里决定要做的那样,走那条路吧。 ”