Humanitext Reader

希罗多德 · 历史 §7.102.1-7.102.3

德玛拉托斯阐述斯巴达人抗战到底的决心

第 1165 段,共 1577 段 · 希腊语

内容简介

德玛拉托斯向薛西斯表示,希腊拥有以法律和智慧为后盾的“美德”,并坚称拉刻代蒙人无论人数多少都绝不屈服,誓死抵抗。

§7.102.1ὡς δὲ ταῦτα ἤκουσε Δημάρητος, ἔλεγε τάδε. βασιλεῦ, ἐπειδὴ ἀληθείῃ διαχρήσασθαι πάντως κελεύεις ταῦτα λέγοντα τὰ μὴ ψευδόμενός τις ὕστερον ὑπὸ σεῦ ἁλώσεται, τῇ Ἑλλάδι πενίη μὲν αἰεί κοτε σύντροφος ἐστί, ἀρετὴ δὲ ἔπακτος ἐστί, ἀπό τε σοφίης κατεργασμένη καὶ νόμου ἰσχυροῦ·
德玛拉托斯听了这话,便如此说道: “陛下,既然您极力命令我以真话相告,让我说出那些绝不会在日后被您拆穿为谎言的事,那么我要说:对于希腊而言,贫困一向是她生来的伴侣,而美德则是后天获得的,是由智慧和严厉的法律所缔造的。
τῇ διαχρεωμένη ἡ Ἑλλὰς τήν τε πενίην ἀπαμύνεται καὶ τὴν δεσποσύνην.
希腊正是凭借使用它,既击退了贫困,也抵御了专制统治。
§7.102.2αἰνέω μέν νυν πάντας Ἕλληνας τοὺς περὶ ἐκείνους τοὺς Δωρικοὺς χώρους οἰκημένους, ἔρχομαι δὲ λέξων οὐ περὶ πάντων τούσδε τοὺς λόγους ἀλλὰ περὶ Λακεδαιμονίων μούνων, πρῶτα μὲν ὅτι οὐκ ἔστι ὅκως κοτὲ σοὺς δέξονται λόγους δουλοσύνην φέροντας τῇ Ἑλλάδι, αὖτις δὲ ὡς ἀντιώσονταί τοι ἐς μάχην καὶ ἢν οἱ ἄλλοι Ἕλληνες πάντες τὰ σὰ φρονέωσι.
因此,我虽然赞许居住在那些多里斯地区的全体希腊人,但我现在要说的这些话不是针对他们所有人,而仅仅是针对拉刻代蒙人:第一,他们绝不可能接受您那给希腊带来奴役的提议;第二,即使所有其他希腊人都归顺您,他们也一定会站出来与您交战。
§7.102.3ἀριθμοῦ δὲ πέρι, μή πύθῃ ὅσοι τινὲς ἐόντες ταῦτα ποιέειν οἷοί τε εἰσί· ἤν τε γὰρ τύχωσι ἐξεστρατευμένοι χίλιοι, οὗτοι μαχήσονταί τοι, ἤν τε ἐλάσσονες τούτων ἤν τε καὶ πλεῦνες.
至于他们的人数,请不要询问他们究竟有多少人才能做到这些;因为即使他们刚好只有一千人出征,他们也会与您交战,无论比这人数更少,还是更多。 ”

词汇与语法注释

  1. §7.102.1ταῦτα λέγοντα τὰ μὴ ψευδόμενός τις ὕστερον ὑπὸ σεῦ ἁλώσεται — 意为“在讲述这些事情时,使人此后绝不会被您拆穿是在说谎”。分词 `λέγοντα`(阳性单数宾格)与省略的 `με`(我,作为不定式 `διαχρήσασθαι` 的逻辑主语或 `κελεύεις` 的宾语)一致。`τὰ` 是以 `ταῦτα` 为先行词的关系代词。`ψευδόμενος ... ἁλώσεται` 使用了 `ἁλίσ코μαι` 接分词的句式,意为“被发现在说谎”。
  2. §7.102.2οὐκ ἔστι ὅκως — 无人称表达 `οὐκ ἔστι` 后接副词 `ὅκως`(如何),意为“绝无可能……”或“绝不会……”,表示强烈的否定。此处与将来时直陈式 `δέξονται` 连用,表示确信其绝不接受。
  3. §7.102.3τύχωσι ἐξεστρατευμένοι — 动词 `τυγχάνω`(碰巧、刚好)与完成时分词 `ἐξεστρατευμένοι`(已出征)连用,在条件句中表示偶然性或强调既成的实际状态,意为“碰巧出征”或“实际已出征”。

引用这一段

希罗多德, 历史 §7.102.1-7.102.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.102.1-7.102.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。