§7.101.1ὡς δὲ καὶ ταύτας διεξέπλωσε καὶ ἐξέβη ἐκ τῆς νεός, μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος συστρατευόμενον αὐτῷ ἐπὶ τὴν Ἑλλάδα, καλέσας δʼ αὐτὸν εἴρετο τάδε.
当他也巡视完这些船只并从船上下水后,便派人去召集同他一起远征希腊的阿利斯同之子德玛拉托斯。
Δημάρητε, νῦν μοι σὲ ἡδύ τι ἐστὶ εἰρέσθαι τὰ θέλω.
召来他后,薛西斯问道: “德玛拉托斯啊,现在我很高兴向你询问我想知道的事情。
σὺ εἶς Ἕλλην τε, καὶ ὡς ἐγὼ πυνθάνομαι σεῦ τε καὶ τῶν ἄλλων Ἑλλήνων τῶν ἐμοὶ ἐς λόγους ἀπικνεομένων, πόλιος οὔτʼ ἐλαχίστης οὔτʼ ἀσθενεστάτης.
你是个希腊人,而且据我从你以及其他来与我交谈的希腊人那里所了解到的,你来自一个既非最小也非最弱的城邦。
§7.101.2νῦν ὦν μοι τόδε φράσον, εἰ Ἕλληνες ὑπομενέουσι χεῖρας ἐμοὶ ἀνταειρόμενοι.
因此,现在请告诉我:希腊人会抵抗我,向我举手迎战吗?
οὐ γάρ, ὡς ἐγὼ δοκέω, οὐδʼ εἰ πάντες Ἕλληνες καὶ οἱ λοιποὶ οἱ πρὸς ἑσπέρης οἰκέοντες ἄνθρωποι συλλεχθείησαν, οὐκ ἀξιόμαχοι εἰσὶ ἐμὲ ἐπιόντα ὑπομεῖναι, μὴ ἐόντες ἄρθμιοι.
因为在我看来,即使所有的希腊人和居住在西方的其余人类都聚集起来,只要他们不能和睦团结,他们也没有足够的战斗力来抵御我的进攻。
§7.101.3θέλω μέντοι καὶ τὸ ἀπὸ σεῦ, ὁκοῖόν τι λέγεις περὶ αὐτῶν, πυθέσθαι.
不过,我也想听听你本人的看法,你对他们有什么评价。
ὃ μὲν ταῦτα εἰρώτα, ὁ δὲ ὑπολαβὼν ἔφη
βασιλεῦ, κότερα ἀληθείῃ χρήσωμαι πρὸς σὲ ἢ ἡδονῇ;
” 他如此发问,而对方接话答道: “陛下,我是应当对您说真话呢,还是说迎合您心意的话?
ὁ δέ μιν ἀληθείῃ χρήσασθαι ἐκέλευε, φὰς οὐδέν οἱ ἀηδέστερον ἔσεσθαι ἢ πρότερον ἦν.
” 薛西斯则命令他要说真话,并说他不会因此比以前更让他不快。