§7.103.1ταῦτα ἀκούσας Ξέρξης γελάσας ἔφη
Δημάρητε, οἷον ἐφθέγξαο ἔπος, ἄνδρας χιλίους στρατιῇ τοσῇδε μαχήσεσθαι.
薛西斯听了这话,大笑着说:“德玛拉托斯,你竟说出这样的话,说一千个人能同这么庞大的军队作战!
ἄγε εἰπέ μοι· σὺ φῂς τούτων τῶν ἀνδρῶν βασιλεὺς αὐτὸς γενέσθαι· σὺ ὦν ἐθελήσεις αὐτίκα μάλα πρὸς ἄνδρας δέκα μάχεσθαι;
来,告诉我:你既然说你自己曾是这些人的王,那么你现在是否愿意立刻去与十个男人格斗?
καίτοι εἰ τὸ πολιτικὸν ὑμῖν πᾶν ἐστι τοιοῦτον οἷον σὺ διαιρέεις, σέ γε τὸν κείνων βασιλέα πρέπει πρὸς τὸ διπλήσιον ἀντιτάσσεσθαι κατὰ νόμους τοὺς ὑμετέρους.
然而,如果你们的整个公民社会确实如你所描述的那样,那么按照你们的法律,你作为他们的王,理当挺身对抗双倍的人数。
§7.103.2εἰ γὰρ κείνων ἕκαστος δέκα ἀνδρῶν τῆς στρατιῆς τῆς ἐμῆς ἀντάξιος ἐστί, σὲ δέ γε δίζημαι εἴκοσι εἶναι ἀντάξιον, καὶ οὕτω μὲν ὀρθοῖτʼ ἂν ὁ λόγος ὁ παρὰ σέο λεγόμενος·
因为如果他们中的每一个人都能抵挡我军中的十个男人,那么我要求你应当能抵挡二十个人,这样你所说的话才能站得住脚。
εἰ δὲ τοιοῦτοί τε ἐόντες καὶ μεγάθεα τοσοῦτοι, ὅσοι σύ τε καὶ οἳ παρʼ ἐμὲ φοιτῶσι Ἑλλήνων ἐς λόγους αὐχέετε τοσοῦτον, ὅρα μὴ μάτην κόμπος ὁ λόγος οὗτος εἰρημένος ᾖ.
但是,如果他们的为人与体格,不过像你以及那些常来我这里晋见的希腊人一样,却又如此大言不惭,那么当心这句话不要成了空洞的吹嘘。
§7.103.3ἐπεὶ φέρε ἴδω παντὶ τῷ οἰκότι· κῶς ἂν δυναίατο χίλιοι ἢ καὶ μύριοι ἢ καὶ πεντακισμύριοι, ἐόντες γε ἐλεύθεροι πάντες ὁμοίως καὶ μὴ ὑπʼ ἑνὸς ἀρχόμενοι, στρατῷ τοσῷδε ἀντιστῆναι;
且让我依合情合理的逻辑来推想:在一律平等自由、不臣属于任何单一统治者的情况下,一千人、或是一万人、甚至是五万人,又怎能抵抗这样一支大军呢?
ἐπεί τοι πλεῦνες περὶ ἕνα ἕκαστον γινόμεθα ἢ χίλιοι, ἐόντων ἐκείνων πέντε χιλιάδων.
因为即使他们有五千之众,我们分配到他们每一个人头上的兵力也超过一千人。
§7.103.4ὑπὸ μὲν γὰρ ἑνὸς ἀρχόμενοι κατὰ τρόπον τὸν ἡμέτερον γενοίατʼ ἄν, δειμαίνοντες τοῦτον, καὶ παρὰ τὴν ἑωυτῶν φύσιν ἀμείνονες, καὶ ἴοιεν ἀναγκαζόμενοι μάστιγι ἐς πλεῦνας ἐλάσσονες ἐόντες· ἀνειμένοι δὲ ἐς τὸ ἐλεύθερον οὐκ ἂν ποιέοιεν τούτων οὐδέτερα.
因为如果像我们一样,由一个单一的统治者来管辖,他们可能会因畏惧此人而超越自身的本性,并在皮鞭的驱使下,以少敌众向前冲锋;但若放任其自由,他们这两件事都不会做。
δοκέω δὲ ἔγωγε καὶ ἀνισωθέντας πλήθεϊ χαλεπῶς ἂν Ἕλληνας Πέρσῃσι μούνοισι μάχεσθαι.
在我看来,即便在人数对等的情况下,希腊人也难以单单与波斯人抗抗。
§7.103.5ἀλλὰ παρʼ ἡμῖν μὲν μούνοισι τοῦτο ἐστὶ τὸ σὺ λέγεις, ἔστι γε μὲν οὐ πολλὸν ἀλλὰ σπάνιον·
然而,你所说的这种情况只存在于我们这里,但绝非普遍而是极其罕见。
εἰσὶ γὰρ Περσέων τῶν ἐμῶν αἰχμοφόρων οἳ ἐθελήσουσι Ἑλλήνων ἀνδράσι τρισὶ ὁμοῦ μάχεσθαι·
因为在我的波斯持枪侍卫中,确实有人愿意同时与三个希腊男人交战。
τῶν σὺ ἐὼν ἄπειρος πολλὰ φλυηρέεις.
你对这些一无所知,所以才满口胡言。 ”