§7.102.1ὡς δὲ ταῦτα ἤκουσε Δημάρητος, ἔλεγε τάδε. βασιλεῦ, ἐπειδὴ ἀληθείῃ διαχρήσασθαι πάντως κελεύεις ταῦτα λέγοντα τὰ μὴ ψευδόμενός τις ὕστερον ὑπὸ σεῦ ἁλώσεται, τῇ Ἑλλάδι πενίη μὲν αἰεί κοτε σύντροφος ἐστί, ἀρετὴ δὲ ἔπακτος ἐστί, ἀπό τε σοφίης κατεργασμένη καὶ νόμου ἰσχυροῦ· τῇ διαχρεωμένη ἡ Ἑλλὰς τήν τε πενίην ἀπαμύνεται καὶ τὴν δεσποσύνην.
When Demaratus heard this, he spoke as follows: "O King, since you command me by all means to speak the absolute truth, telling such things as will not cause one to be caught by you later as a liar, I say that poverty has ever been a lifelong companion to Greece, but virtue is an acquired thing, achieved by wisdom and strong law; by employing this, Greece defends herself both against poverty and against despotism.
§7.102.2αἰνέω μέν νυν πάντας Ἕλληνας τοὺς περὶ ἐκείνους τοὺς Δωρικοὺς χώρους οἰκημένους, ἔρχομαι δὲ λέξων οὐ περὶ πάντων τούσδε τοὺς λόγους ἀλλὰ περὶ Λακεδαιμονίων μούνων, πρῶτα μὲν ὅτι οὐκ ἔστι ὅκως κοτὲ σοὺς δέξονται λόγους δουλοσύνην φέροντας τῇ Ἑλλάδι, αὖτις δὲ ὡς ἀντιώσονταί τοι ἐς μάχην καὶ ἢν οἱ ἄλλοι Ἕλληνες πάντες τὰ σὰ φρονέωσι.
Now, I praise all those Greeks who dwell around those Doric lands, yet I am going to speak these words not concerning all of them, but concerning the Lacedaemonians alone: first, because it is impossible that they will ever accept your terms which bring slavery upon Greece; and second, because they will stand against you in battle, even if all the other Greeks side with you.
§7.102.3ἀριθμοῦ δὲ πέρι, μή πύθῃ ὅσοι τινὲς ἐόντες ταῦτα ποιέειν οἷοί τε εἰσί· ἤν τε γὰρ τύχωσι ἐξεστρατευμένοι χίλιοι, οὗτοι μαχήσονταί τοι, ἤν τε ἐλάσσονες τούτων ἤν τε καὶ πλεῦνες.
As for their number, do not ask how many they are that they are able to do this; for if they happen to have marched out to the number of a thousand, these will fight you, and whether they are fewer than this or even more."