Humanitext Reader

希罗多德 · 历史 §6.67.1-6.67.3

留提希德斯的羞辱与德马拉托斯的预言

第 969 段,共 1577 段 · 希腊语

内容简介

德马拉托斯退位并任官职后,在节日上受到新王留提希德斯的嘲讽。他预言此举将成为斯巴达极大灾祸或福祉的开端,随后回家向宙斯献祭并召见母亲。

§6.67.1κατὰ μὲν δὴ Δημαρήτου τὴν κατάπαυσιν τῆς βασιληίης οὕτω ἐγένετο, ἔφυγε δὲ Δημάρητος ἐκ Σπάρτης ἐς Μήδους ἐκ τοιοῦδε ὀνείδεος.
关于德马拉托斯王位的废黜,事情就是这样发生的。 然而,德马拉托斯因如下的屈辱而逃离斯巴达,投奔米底人。
μετὰ τῆς βασιληίης τὴν κατάπαυσιν ὁ Δημάρητος ἦρχε αἱρεθεὶς ἀρχήν.
在王位被废黜后,德马拉托斯被选任官职,担任着职务。
§6.67.2ἦσαν μὲν δὴ γυμνοπαιδίαι, θεωμένου δὲ τοῦ Δημαρήτου ὁ Λευτυχίδης γεγονὼς ἤδη βασιλεὺς αὐτὸς ἀντʼ ἐκείνου, πέμψας τὸν θεράποντα ἐπὶ γέλωτί τε καὶ λάσθῃ εἰρώτα τὸν Δημάρητον ὁκοῖόν τι εἴη τὸ ἄρχειν μετὰ τὸ βασιλεύειν.
当时正值裸体祭,当德马拉托斯在观看节日竞技时,已经取代他自己成为国王的留提希德斯派他的仆人去嘲笑和侮辱他,问德马拉托斯,在当过国王之后再担任官职是什么感觉。
§6.67.3ὁ δὲ ἀλγήσας τῷ ἐπειρωτήματι εἶπε φὰς αὐτὸς μὲν ἀμφοτέρων ἤδη πεπειρῆσθαι, κεῖνον δὲ οὔ, τὴν μέντοι ἐπειρώτησιν ταύτην ἄρξειν Λακεδαιμονίοισι ἢ μυρίης κακότητος ἢ μυρίης εὐδαιμονίης.
他因这一质问而感到痛苦,说他自己已经体验过这两者,而那个人却没有;然而,这一提问将成为拉刻代蒙人无数灾难或无数福祉的开端。
ταῦτα δὲ εἴπας καὶ κατακαλυψάμενος ἤιε ἐκ τοῦ θεήτρου ἐς τὰ ἑωυτοῦ οἰκία, αὐτίκα δὲ παρασκευασάμενος ἔθυε τῷ Διὶ βοῦν, θύσας δὲ τὴν μητέρα ἐκάλεσε.
说完这些话并蒙上头,他就离开剧场回到了自己的家,随即做好准备,向宙斯献祭了一头公牛,祭祀完毕后,他召唤了他的母亲。

词汇与语法注释

  1. §6.67.1αἱρεθεὶς ἀρχήν — `ἀρχήν`(名词 `ἀρχή` 的单数宾格)是修饰动词 `ἦρχε` 或被动分词 `αἱρεθείς` 的限定宾格(“就官职而言”)或同族宾格,整句意为“经选举担任官职”。
  2. §6.67.2ἐπὶ γέλωτί τε καὶ λάσθῃ — 介词 `ἐπί` 与与格(`γέλωτι` 和 `λάσθῃ`)连用,表示行为的目的或意图(“为了嘲笑和侮辱”)。
  3. §6.67.3εἶπε φὰς — 直陈式过去时 `εἶπε`(说)与现在分词 `φάς`(说道)并列使用,这是希罗多德等历史散文中常见的多余(重叠)发话动词表达法。
  4. §6.67.3ἄρξειν — 动词 `ἄρχω` 的将来时不定式,在此处间接引语中表示“成为……的开端”。它支配与格 `Λακεδαιμονίοισι`(“对拉刻代蒙人而言”)和属格 `ἢ μυρίης κακότητος ἢ μυρίης εὐδαιμονίης`(“无数灾难或无数福祉的”)。

引用这一段

希罗多德, 历史 §6.67.1-6.67.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.67.1-6.67.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。