§6.68.1ἀπικομένῃ δὲ τῇ μητρὶ ἐσθεὶς ἐς τὰς χεῖράς οἱ τῶν σπλάγχνων κατικέτευε, τοιάδε λέγων. ὦ μῆτερ, θεῶν σε τῶν τε ἄλλων καταπτόμενος ἱκετεύω καὶ τοῦ ἑρκείου Διὸς τοῦδε φράσαι μοι τὴν ἀληθείην, τίς μευ ἐστὶ πατὴρ ὀρθῷ λόγῳ.
母亲到来后,他把祭肉的一部分放入她的手中,向她哀求道,说出了如下的话: “母亲啊,我拉着其他神明以及这位庭院之神宙斯的名义恳求你,向我说明真相,究竟谁才是我的亲生父亲。
§6.68.2Λευτυχίδης μὲν γὰρ ἔφη ἐν τοῖσι νείκεσι λέγων κυέουσάν σε ἐκ τοῦ προτέρου ἀνδρὸς οὕτω ἐλθεῖν παρὰ Ἀρίστωνα· οἱ δὲ καὶ τὸν ματαιότερον λόγον λέγοντες φασί σε ἐλθεῖν παρὰ τῶν οἰκετέων τὸν ὀνοφορβόν, καὶ ἐμὲ ἐκείνου εἶναι παῖδα.
因为留提希德斯在争吵中说,你是在怀着前夫的孩子时来到阿里斯托那里去的;而其他人则说着更荒唐的话,说你去了家仆中那个驴夫那里,而我是他的儿子。
§6.68.3ἐγώ σε ὦν μετέρχομαι τῶν θεῶν εἰπεῖν τὠληθές·
因此,我凭着神灵恳求你说明真相。
οὔτε γάρ, εἴ περ πεποίηκάς τι τῶν λεγομένων, μούνη δὴ πεποίηκας, μετὰ πολλέων δέ· ὅ τε λόγος πολλὸς ἐν Σπάρτῃ ὡς Ἀρίστωνι σπέρμα παιδοποιὸν οὐκ ἐνῆν· τεκεῖν γὰρ ἄν οἱ καὶ τὰς προτέρας γυναῖκας.
因为即使你确实做了传言中的某件事,你也决不是唯一这样做的人,而是和许多人一样;而且在斯巴达广为流传着这样一种说法,即阿里斯托体内没有生育的种子,因为否则的话,他以前的妻子们也会为他生下孩子了。 ”