§6.58.1ταῦτα μὲν ζῶσι τοῖσι βασιλεῦσι δέδοται ἐκ τοῦ κοινοῦ τῶν Σπαρτιητέων, ἀποθανοῦσι δὲ τάδε.
以上这些是斯巴达共同体给活着的国王们的特权,而当他们去世时,则会实行以下规定。
ἱππέες περιαγγέλλουσι τὸ γεγονὸς κατὰ πᾶσαν τὴν Λακωνικήν, κατὰ δὲ τὴν πόλιν γυναῖκες περιιοῦσαι λέβητα κροτέουσι.
骑兵们在整个拉科尼亚地方巡回宣告所发生的事,而在城里,妇女们走街串巷敲击大釜。
ἐπεὰν ὦν τοῦτο γίνηται τοιοῦτο, ἀνάγκη ἐξ οἰκίης ἑκάστης ἐλευθέρους δύο καταμιαίνεσθαι, ἄνδρα τε καὶ γυναῖκα· μὴ ποιήσασι δὲ τοῦτο ζημίαι μεγάλαι ἐπικέαται.
因此,每当这种事情发生时,每户人家都必须有两个自由人——一男一女——作玷污自身以示哀悼的表示;对不这样做的人,将课以重罚。
§6.58.2νόμος δὲ τοῖσι Λακεδαιμονίοισι κατὰ τῶν βασιλέων τοὺς θανάτους ἐστὶ ὡυτὸς καὶ τοῖσι βαρβάροισι τοῖσι ἐν τῇ Ἀσίῃ· τῶν γὰρ ὦν βαρβάρων οἱ πλεῦνες τῷ αὐτῷ νόμῳ χρέωνται κατὰ τοὺς θανάτους τῶν βασιλέων.
拉刻代蒙人关于国王去世的习俗与亚洲的蛮族相同;因为大多数蛮族在国王去世时都采用相同的习俗。
ἐπεὰν γὰρ ἀποθάνῃ βασιλεὺς Λακεδαιμονίων, ἐκ πάσης δεῖ Λακεδαίμονος, χωρὶς Σπαρτιητέων, ἀριθμῷ τῶν περιοίκων ἀναγκαστοὺς ἐς τὸ κῆδος ἰέναι.
当拉刻代蒙人的国王去世时,除斯巴达人外,必须从整个拉刻代蒙地区强行派出一定数量的庇里阿科人参加葬礼。
§6.58.3τούτων ὦν καὶ τῶν εἱλωτέων καὶ αὐτῶν Σπαρτιητέων ἐπεὰν συλλεχθέωσι ἐς τὠυτὸ πολλαὶ χιλιάδες σύμμιγα τῇσι γυναιξί, κόπτονταί τε τὰ μέτωπα προθύμως καὶ οἰμωγῇ διαχρέωνται ἀπλέτῳ, φάμενοι τὸν ὕστατον αἰεὶ ἀπογενόμενον τῶν βασιλέων, τοῦτον δὴ γενέσθαι ἄριστον.
因此,当这些人以及希洛特和斯巴达人自己聚集到同一地方,成千上万的人与妇女混在一起时,他们便使劲捶打自己的额头,发出无休止的哀号,宣称每次最后去世的国王确实是最好的。
ὃς δʼ ἂν ἐν πολέμῳ τῶν βασιλέων ἀποθάνῃ, τούτῳ δὲ εἴδωλον σκευάσαντες ἐν κλίνῃ εὖ ἐστρωμένῃ ἐκφέρουσι.
如果国王中有在战争中阵亡的,他们就为他制作一尊神像,抬在铺设精美的床榻上送葬。
ἐπεὰν δὲ θάψωσι, ἀγορὴ δέκα ἡμερέων οὐκ ἵσταταί σφι οὐδʼ ἀρχαιρεσίη συνίζει, ἀλλὰ πενθέουσι ταύτας τὰς ἡμέρας.
当他们将他安葬后,十天之内不举行民众大会,也不召集选任官员的集会,而是在这些日子里进行哀悼。