Humanitext Reader

希罗多德 · 历史 §6.57.1-6.57.5

斯巴达诸王在和平时期的特权与裁判权

第 959 段,共 1577 段 · 希腊语

内容简介

详述了斯巴达国王在平时享有的各项特权,包括在公祭中获得双倍口粮、供奉阿波罗神庙、享有专座、指派外国招待官、关于继承女和公道的裁判权,以及在长老会议中的投票权等。

§6.57.1ταῦτα μὲν τὰ ἐμπολέμια, τὰ δὲ ἄλλα τὰ εἰρηναῖα κατὰ τάδε σφι δέδοται.
以上的这些是战时的特权,而平时的其他特权则是按照如下方式预备给他们的。
ἢν θυσίη τις δημοτελὴς ποιέηται, πρώτους ἐπὶ τὸ δεῖπνον ἵζειν τοὺς βασιλέας, καὶ ἀπὸ τούτων πρῶτον ἄρχεσθαι διπλήσια νέμοντας ἑκατέρῳ τὰ πάντα ἢ τοῖσι ἄλλοισι δαιτυμόνεσι, καὶ σπονδαρχίας εἶναι τούτων καὶ τῶν τυθέντων τὰ δέρματα.
若举行任何公祭,国王们应最先就座宴席,并且首先由他们开始分发,分给他们每人相当于其他宾客所有食物的双倍,并且奠祭的领唱权属于他们,被献祭之兽的皮革也归他们所有。
§6.57.2νεομηνίας δὲ πάσας καὶ ἑβδόμας ἱσταμένου τοῦ μηνὸς δίδοσθαι ἐκ τοῦ δημοσίου ἱρήιον τέλεον ἑκατέρῳ ἐς Ἀπόλλωνος καὶ μέδιμνον ἀλφίτων καὶ οἴνου τετάρτην Λακωνικήν, καὶ ἐν τοῖσι ἀγῶσι πᾶσι προεδρίας ἐξαιρέτους.
在每个新月之日以及每月的第七日,要从国库给他们每人分发一只献给阿波罗神庙的完美祭牲、一麦迪姆诺斯大麦粉和一拉科尼亚夸脱的葡萄酒;以及在所有的竞技会中,他们享有特设的专座。
καὶ προξείνους ἀποδεικνύναι τούτοισι προσκεῖσθαι τοὺς ἂν ἐθέλωσι τῶν ἀστῶν, καὶ Πυθίους αἱρέεσθαι δύο ἑκάτερον.
并且他们有权任命外国招待官,在公民中指定他们所希望的任何人承担此职;并且每人选出两位皮提乌斯。
οἱ δὲ Πύθιοι εἰσὶ θεοπρόποι ἐς Δελφούς, σιτεόμενοι μετὰ τῶν βασιλέων τὰ δημόσια.
这些皮提乌斯是派往德尔斐的使者,他们与国王们一起由公费供膳。
§6.57.3μὴ ἐλθοῦσι δὲ τοῖσι βασιλεῦσι ἐπὶ τὸ δεῖπνον ἀποπέμπεσθαί σφι ἐς τὰ οἰκία ἀλφίτων τε δύο χοίνικας ἑκατέρῳ καὶ οἴνου κοτύλην, παρεοῦσι δὲ διπλήσια πάντα δίδοσθαι· τὠυτὸ δὲ τοῦτο καὶ πρὸς ἰδιωτέων κληθέντας ἐπὶ δεῖπνον τιμᾶσθαι.
若国王们未能出席宴席,则要给他们送至家中,每人两霍尼克斯大麦粉和一科提勒的葡萄酒;但若出席,则要给他们双倍的一切;并且在他们被私人公民邀请去赴宴时,也应以同样的方式受到款待。
§6.57.4τὰς δὲ μαντηίας τὰς γινομένας τούτους φυλάσσειν, συνειδέναι δὲ καὶ τοὺς Πυθίους.
并且得到的那些神谕要由他们保管,而皮提乌斯们也同样知晓这些神谕。
δικάζειν δὲ μούνους τοὺς βασιλέας τοσάδε μοῦνα, πατρούχου τε παρθένου πέρι, ἐς τὸν ἱκνέεται ἔχειν, ἢν μή περ ὁ πατὴρ αὐτὴν ἐγγυήσῃ, καὶ ὁδῶν δημοσιέων πέρι· §6.57.5καὶ ἤν τις θετὸν παῖδα ποιέεσθαι ἐθέλῃ, βασιλέων ἐναντίον ποιέεσθαι.
且唯有国王们审理仅限以下的事项:即关于继承女的事情,若其父亲未曾将她许配,她应当归属于谁;以及关于公道的事情;如果有人想要收养义子,必须在国王们面前进行。
καὶ παρίζειν βουλεύουσι τοῖσι γέρουσι ἐοῦσι δυῶν δέουσι τριήκοντα· ἢν δὲ μὴ ἔλθωσι, τοὺς μάλιστά σφι τῶν γερόντων προσήκοντας ἔχειν τὰ τῶν βασιλέων γέρεα, δύο ψήφους τιθεμένους, τρίτην δὲ τὴν ἑωυτῶν.
并且在由二十八位长老组成的会议中并排坐着参与议事;但如果他们未出席,则与他们关系最亲近的长老们享有国王们的特权,投出两票,而第三票则是他们自己的。

词汇与语法注释

  1. 6.57.1νέμοντας — 宾格复数分词,指代未在文中直接写出的侍者。它在语法上与作为被动/中动不定式 ἄρχεσθαι 的逻辑主语一致。
  2. 6.57.2ἐς Ἀπόλλωνος — 古典希腊语中常见的省略表达,属格 Ἀπόλλωνος(阿波罗的)后面省略了表示“神庙”(ἱρόν)的名词,意为“送往阿波罗的神庙”。
  3. 6.57.4ἐς τὸν ἱκνέεται ἔχειν — 意为“应当娶她的人”。非人称动词 ἱκνέεται(归于、轮到)支配不定式 ἔχειν(占有、娶),并控制关系代词 τὸν(其先行词“求婚者”被省略)。
  4. 6.57.5δυῶν δέουσι τριήκοντα — 字面动作为“三十差两个”,即二十八。这是希腊语中表达数字的惯用方式,现在分词 δέουσι(缺少)支配属格数词 δυῶν(两个)。

引用这一段

希罗多德, 历史 §6.57.1-6.57.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.57.1-6.57.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。