§6.58.1ταῦτα μὲν ζῶσι τοῖσι βασιλεῦσι δέδοται ἐκ τοῦ κοινοῦ τῶν Σπαρτιητέων, ἀποθανοῦσι δὲ τάδε.
これらは、生きている王たちにスパルタの共同体から与えられている特権であるが、亡くなった際には以下のことが行われる。
ἱππέες περιαγγέλλουσι τὸ γεγονὸς κατὰ πᾶσαν τὴν Λακωνικήν, κατὰ δὲ τὴν πόλιν γυναῖκες περιιοῦσαι λέβητα κροτέουσι.
騎馬の使者たちが、起きたことをラコニア地方全土に触れ回り、町の中では女たちが巡り歩きながら大釜を打ち鳴らす。
ἐπεὰν ὦν τοῦτο γίνηται τοιοῦτο, ἀνάγκη ἐξ οἰκίης ἑκάστης ἐλευθέρους δύο καταμιαίνεσθαι, ἄνδρα τε καὶ γυναῖκα· μὴ ποιήσασι δὲ τοῦτο ζημίαι μεγάλαι ἐπικέαται.
それゆえ、このようなことが起こるときには、各家から二人の自由民、すなわち男一人と女一人が身を汚す(喪に服す)義務があり、これを行わない者たちには重い罰が課される。
§6.58.2νόμος δὲ τοῖσι Λακεδαιμονίοισι κατὰ τῶν βασιλέων τοὺς θανάτους ἐστὶ ὡυτὸς καὶ τοῖσι βαρβάροισι τοῖσι ἐν τῇ Ἀσίῃ·
ラケダイモン人における王たちの死に関する慣習は、アジアのバルバロイのそれと同一である。
τῶν γὰρ ὦν βαρβάρων οἱ πλεῦνες τῷ αὐτῷ νόμῳ χρέωνται κατὰ τοὺς θανάτους τῶν βασιλέων.
なぜなら、バルバロイの大部分は、王たちの死に関して同じ慣習を用いているからである。
ἐπεὰν γὰρ ἀποθάνῃ βασιλεὺς Λακεδαιμονίων, ἐκ πάσης δεῖ Λακεδαίμονος, χωρὶς Σπαρτιητέων, ἀριθμῷ τῶν περιοίκων ἀναγκαστοὺς ἐς τὸ κῆδος ἰέναι.
ラケダイモン人の王が死ぬと、スパルタ人を除いたラケダイモン全土から、定められた数のペリオイコイが強制されて葬儀に行かなければならない。
§6.58.3τούτων ὦν καὶ τῶν εἱλωτέων καὶ αὐτῶν Σπαρτιητέων ἐπεὰν συλλεχθέωσι ἐς τὠυτὸ πολλαὶ χιλιάδες σύμμιγα τῇσι γυναιξί, κόπτονταί τε τὰ μέτωπα προθύμως καὶ οἰμωγῇ διαχρέωνται ἀπλέτῳ, φάμενοι τὸν ὕστατον αἰεὶ ἀπογενόμενον τῶν βασιλέων, τοῦτον δὴ γενέσθαι ἄριστον.
それゆえ、彼らとヘイロテスたち、そしてスパルタ人自身が一堂に集まり、女たちも交じり合って何千人もの群衆となるとき、彼らは熱心に自分の額を打ち叩き、限りない哀哭の声を上げ、常に最後に亡くなった王こそが、まさに最も優れた人物であったと言うのである。
ὃς δʼ ἂν ἐν πολέμῳ τῶν βασιλέων ἀποθάνῃ, τούτῳ δὲ εἴδωλον σκευάσαντες ἐν κλίνῃ εὖ ἐστρωμένῃ ἐκφέρουσι.
また、王たちのうちで戦争において戦死した者があれば、その者のために像を作り、美しく整えられた寝台の上に載せて運び出す。
ἐπεὰν δὲ θάψωσι, ἀγορὴ δέκα ἡμερέων οὐκ ἵσταταί σφι οὐδʼ ἀρχαιρεσίη συνίζει, ἀλλὰ πενθέουσι ταύτας τὰς ἡμέρας.
そして、埋葬が終わると、十日間は民会も開かれず、役人選出の集会も召集されず、彼らはこの期間、喪に服すのである。