§6.53.1ταῦτα μὲν Λακεδαιμόνιοι λέγουσι μοῦνοι Ἑλλήνων· τάδε δὲ κατὰ τὰ λεγόμενα ὑπʼ Ἑλλήνων ἐγὼ γράφω, τούτους τοὺς Δωριέων βασιλέας μέχρι μὲν δὴ Περσέος τοῦ Δανάης, τοῦ θεοῦ ἀπεόντος, καταλεγομένους ὀρθῶς ὑπʼ Ἑλλήνων καὶ ἀποδεικνυμένους ὡς εἰσὶ Ἕλληνες· ἤδη γὰρ τηνικαῦτα ἐς Ἕλληνας οὗτοι ἐτέλεον.
上述这些是希腊人中唯独斯巴达人所说的话;而我根据希腊人的传说,写下以下内容:这些多利安人的国王,直到达那厄之子珀耳修斯为止(排除神在内),被希腊人正确地列出世系,并证明他们是希腊人;因为到那个时候,他们已经属于希腊人之列了。
§6.53.2ἔλεξα δὲ μέχρι Περσέος τοῦδε εἵνεκα, ἀλλʼ οὐκ ἀνέκαθεν ἔτι ἔλαβον, ὅτι οὐκ ἔπεστι ἐπωνυμίη Περσέι οὐδεμία πατρὸς θνητοῦ, ὥσπερ Ἡρακλέι Ἀμφιτρύων.
我说“直到珀耳修斯为止”是出于以下原因,而没有从更早的祖先算起:因为珀耳修斯并没有任何凡人父亲的称呼,就像赫拉克勒斯之于安菲特律翁那样。
ἤδη ὦν ὀρθῷ χρεωμένῳ μέχρι Περσέος ὀρθῶς εἴρηταί μοι· ἀπὸ δὲ Δανάης τῆς Ἀκρισίου καταλέγοντι τοὺς ἄνω αἰεὶ πατέρας αὐτῶν φαινοίατο ἂν ἐόντες οἱ τῶν Δωριέων ἡγεμόνες Αἰγύπτιοι ἰθαγενέες.
因此,对于使用正确推论的人来说,我上溯到珀耳修斯为止的说法是正确的;但如果从阿克里西奥斯之女达那厄开始,不断向上追溯他们的祖先,那么多利安人的领袖们显然就是土生土长的埃及人。