Humanitext Reader

希罗多德 · 历史 §6.52.1-6.52.8

阿里斯托德摩斯的双胞胎与双王制起源

第 954 段,共 1577 段 · 希腊语

内容简介

斯巴达人传说阿里斯托德摩斯亲自率领他们到来,并在双胞胎出生后不久去世。为了辨认长子,他们采纳美塞尼亚人的建议暗中监视母亲,从而立欧律斯提奈斯为长子,创立了两个终生不和的平行王室。

§6.52.1Λακεδαιμόνιοι γὰρ ὁμολογέοντες οὐδενὶ ποιητῇ λέγουσι αὐτὸν Ἀριστόδημον τὸν Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου βασιλεύοντα ἀγαγεῖν σφεας ἐς ταύτην τὴν χώρην τὴν νῦν ἐκτέαται, ἀλλʼ οὐ τοὺς Ἀριστοδήμου παῖδας.
因为斯巴达人并不赞同任何诗人的说法,他们声称,是赫拉克勒斯之子希路斯之孙、克莱奥代奥斯之子阿里斯托马科斯之子阿里斯托德摩斯本人在位时,带领他们来到了如今占有的这片土地,而不是阿里斯托德摩斯的孩子们。
§6.52.2μετὰ δὲ χρόνον οὐ πολλὸν Ἀριστοδήμῳ τεκεῖν τὴν γυναῖκα, τῇ οὔνομα εἶναι Ἀργείην· θυγατέρα δὲ αὐτὴν λέγουσι εἶναι Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος· ταύτην δὴ τεκεῖν δίδυμα, ἐπιδόντα δὲ τὸν Ἀριστόδημον τὰ τέκνα νούσῳ τελευτᾶν.
他们还说,过了没多久,阿里斯托德摩斯的妻子(她的名字叫阿尔盖亚;他们说她是波吕奈克斯之子塞尔桑德罗斯之子提萨梅诺斯之子奥特西翁的女儿)生下了一对双胞胎;阿里斯托德摩斯在看到了孩子们之后,便因病去世了。
§6.52.3Λακεδαιμονίους δὲ τοὺς τότε ἐόντας βουλεῦσαι κατὰ νόμον βασιλέα τῶν παίδων τὸν πρεσβύτερον ποιήσασθαι.
当时的拉斯达伊蒙人便依法决定,立孩子中较年长的一个为国王。
οὔκων δή σφεας ἔχειν ὁκότερον ἕλωνται ὥστε καὶ ὁμοίων καὶ ἴσων ἐόντων· οὐ δυναμένους δὲ γνῶναι, ἢ καὶ πρὸ τούτου, ἐπειρωτᾶν τὴν τεκοῦσαν.
然而,他们根本无法决定选择哪一个,因为两个孩子长得一模一样,身量也相等;由于无法分辨,甚至在发生这情况之前,他们便向生下他们的母亲询问。
§6.52.4τὴν δὲ οὐδὲ αὐτὴν φάναι διαγινώσκειν.
可是,她却声称连她自己也无法分辨。
εἰδυῖαν μὲν καὶ τὸ κάρτα λέγειν ταῦτα, βουλομένην δὲ εἴ κως ἀμφότεροι γενοίατο βασιλέες.
尽管她实际上非常清楚,但她这样说是因为她希望两个孩子能以某种方式都成为国王。
τοὺς ὦν δὴ Λακεδαιμονίους ἀπορέειν, ἀπορέοντας δὲ πέμπειν ἐς Δελφοὺς ἐπειρησομένους ὅ τι χρήσωνται τῷ πρήγματι.
因此斯巴达人陷入了困境,在困境中,他们派人去德尔斐询问应当如何处理这桩事情。
§6.52.5τὴν δὲ Πυθίην σφέας κελεύειν ἀμφότερα τὰ παιδία ἡγήσασθαι βασιλέας, τιμᾶν δὲ μᾶλλον τὸν γεραίτερον.
女祭司皮提亚命令他们视两个孩子为双王,但要更加尊崇年长的那一个。
τὴν μὲν δὴ Πυθίην ταῦτά σφι ἀνελεῖν, τοῖσι δὲ Λακεδαιμονίοισι ἀπορέουσι οὐδὲν ἧσσον ὅκως ἐξεύρωσι αὐτῶν τὸν πρεσβύτερον, ὑποθέσθαι ἄνδρα Μεσσήνιον τῷ οὔνομα εἶναι Πανίτην·
皮提亚给了他们这样的答复,但斯巴达人仍然无法解决如何找出其中年长者的问题,这时,一个名叫帕尼特斯的美塞尼亚人给他们出了一个主意。
§6.52.6ὑποθέσθαι δὲ τοῦτον τὸν Πανίτην τάδε τοῖσι Λακεδαιμονίοισι, φυλάξαι τὴν γειναμένην ὁκότερον τῶν παίδων πρότερον λούει καὶ σιτίζει· καὶ ἢν μὲν κατὰ ταὐτὰ φαίνηται αἰεὶ ποιεῦσα, τοὺς δὲ πᾶν ἕξειν ὅσον τι καὶ δίζηνται καὶ θέλουσι ἐξευρεῖν, ἢν δὲ πλανᾶται καὶ ἐκείνη ἐναλλὰξ ποιεῦσα, δῆλά σφι ἔσεσθαι ὡς οὐδὲ ἐκείνη πλέον οὐδὲν οἶδε, ἐπʼ ἄλλην τε τραπέσθαι σφέας ὁδόν.
这个帕尼特斯向拉斯达伊蒙人提出了如下建议:监视那个生下他们的母亲,看她先给哪一个孩子洗澡和喂食;如果发现她总是按照同样的顺序这样做,他们就得到了他们想要寻找和发现的一切;但如果她也摇摆不定、交替着做,那么他们就会清楚,她自己也同样一无所知,他们必须另寻他法。
§6.52.7ἐνθαῦτα δὴ τοὺς Σπαρτιήτας κατὰ τὰς τοῦ Μεσσηνίου ὑποθήκας φυλάξαντας τὴν μητέρα τῶν Ἀριστοδήμου παίδων λαβεῖν κατὰ ταὐτὰ τιμῶσαν τὸν πρότερον καὶ σίτοισι καὶ λουτροῖσι, οὐκ εἰδυῖαν τῶν εἵνεκεν ἐφυλάσσετο.
于是斯巴达人按照美塞尼亚人的建议,监视着阿里斯托德摩斯孩子的母亲,在不知自己为何被监视的情况下,她果然在喂食和洗澡时总是首先优待同一个孩子。
λαβόντας δὲ τὸ παιδίον τὸ τιμώμενον πρὸς τῆς γειναμένης ὡς ἐὸν πρότερον τρέφειν ἐν τῷ δημοσίῳ· καί οἱ οὔνομα τεθῆναι Εὐρυσθένεα, τῷ δὲ Προκλέα.
于是,他们便带走了那个受到母亲优待的孩子,并作为长子由公家抚养,给他起名叫欧律斯提奈斯,给另一个起名叫普罗克莱斯。
§6.52.8τούτους ἀνδρωθέντας αὐτούς τε ἀδελφεοὺς ἐόντας λέγουσι διαφόρους εἶναι τὸν πάντα χρόνον τῆς ζόης ἀλλήλοισι, καὶ τοὺς ἀπὸ τούτων γενομένους ὡσαύτως διατελέειν.
他们说,当这两个孩子成年之后,尽管他们是亲兄弟,但在一生中始终彼此不和,而他们的后裔也同样一直如此。

词汇与语法注释

  1. 6.52.1ὁμολογέοντες οὐδενὶ ποιητῇ — 意为“不与任何诗人一致”。给格 οὐδενὶ ποιητῇ 是分词 ὁμολογέοντες 的补足语。这表明斯巴达人的本土传说与希腊通行的诗歌传统(通常认为阿里斯托德摩斯在赫拉克勒斯后裔回归前便已去世)不同。
  2. 6.52.3ὥστε καὶ ὁμοίων καὶ ἴσων ἐόντων — 此处的 ὥστε 与属格独立结构(ὁμοίων καὶ ἴσων ἐόντων)连用,用以表明客观原因或根据(用法等同于 ὡς),意为“因为他们(孩子们)如此相似且均等”。
  3. 6.52.4εἰδυῖαν μὲν καὶ τὸ κάρτα — 妥协分词,意为“虽然(实际上)她确实非常清楚”。这与上一句中母亲公开声称的“自己也无法辨认”形成对比,并与后半部分的因果分词 βουλομένην(因为她希望)并列。
  4. 6.52.6τοὺς δὲ πᾶν ἕξειν — 此处的 τοὺς 用作指示代名词,指代斯巴达人。在条件从句之后的归结从句(主句)开头的连词 δὲ,是所谓的“归结 δὲ(apodotic δὲ)”。

引用这一段

希罗多德, 历史 §6.52.1-6.52.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.52.1-6.52.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。