Humanitext Reader

希罗多德 · 历史 §6.39.1-6.39.2

米提亚德出使赫尔松涅斯与夺取统治权

第 941 段,共 1577 段 · 希腊语

内容简介

斯特萨哥拉斯死后,皮西特拉图的子嗣们派米提亚德前往赫尔松涅斯。米提亚德抵达后,将前来吊唁的当地统治者们悉数拘禁,从而确立了自己的统治。

§6.39.1τελευτήσαντος δὲ καὶ Στησαγόρεω τρόπῳ τοιῷδε, ἐνθαῦτα Μιλτιάδεα τὸν Κίμωνος, Στησαγόρεω δὲ τοῦ τελευτήσαντος ἀδελφεόν, καταλαμψόμενον τὰ πρήγματα ἐπὶ Χερσονήσου ἀποστέλλουσι τριήρεϊ οἱ Πεισιστρατίδαι, οἵ μιν καὶ ἐν Ἀθήνῃσι ἐποίευν εὖ ὡς οὐ συνειδότες δῆθεν τοῦ πατρὸς Κίμωνος αὐτοῦ τὸν θάνατον, τὸν ἐγὼ ἐν ἄλλῳ λόγῳ σημανέω ὡς ἐγένετο.
斯特萨哥拉斯也以这种方式去世后,皮西特拉图的子嗣们便派遣奇蒙之子、已故斯特萨哥拉斯的兄弟米提亚德乘三桅战船前往赫尔松涅斯以掌控局势。 此前他们在雅典对他十分优待,仿佛自己与他父亲奇蒙的死毫无关系似的。 关于那场死亡是如何发生的,我将在另一章中予以说明。
§6.39.2Μιλτιάδης δὲ ἀπικόμενος ἐς τὴν Χερσόνησον εἶχε κατʼ οἴκους, τὸν ἀδελφεὸν Στησαγόρεα δηλαδὴ ἐπιτιμέων.
米提亚德到达赫尔松涅斯后闭门不出,表面上是在悼念他的兄弟斯特萨哥拉斯。
οἱ δὲ Χερσονησῖται πυνθανόμενοι ταῦτα συνελέχθησαν ἀπὸ πασέων τῶν πολίων οἱ δυναστεύοντες πάντοθεν, κοινῷ δὲ στόλῳ ἀπικόμενοι ὡς συλλυπηθησόμενοι ἐδέθησαν ὑπʼ αὐτοῦ.
赫尔松涅斯人得知此事后,各城市的统治者从四面八方聚集而来,结伴前来表示慰问,却被他全部拘禁起来。
Μιλτιάδης τε δὴ ἴσχει τὴν Χερσόνησον, πεντακοσίους βόσκων ἐπικούρους, καὶ γαμέει Ὀλόρου τοῦ Θρηίκων βασιλέος τὴν θυγατέρα Ἡγησιπύλην.
如此,米提亚德便控制了赫尔松涅斯,供养着五百名雇佣兵,并迎娶了色雷斯国王奥洛鲁斯的女儿赫革西皮勒。

词汇与语法注释

  1. 6.39.1ὡς οὐ συνειδότες δῆθεν — ὡς 与分词 συνειδότες(συνεῖδον 的完成活性分词)连用,并带有强调伪装的语气小词 δῆθεν,表示主观的借口或伪装,意为“假装与(其父之死)毫无干涉/毫不知情”。动词 συνειδέναι 在此带有“共谋”或“幕后参与”的含义。
  2. 6.39.2εἶχε κατʼ οἴκους — 动词 ἔχω(未完成过去式 εἶχε)在此作不及物动词使用,省略了反身代词(如 ἑωυτόν),意为“保持、停留”。与 κατʼ οἴκους 结合,表示“闭门不出”或“留在家中”。
  3. 6.39.2δηλαδὴ ἐπιτιμέων — 分词 ἐπιτιμέων(ἐπιτιμάω 的现在活性分词)在雅典方言中通常意为“谴责”,但在希罗多德此处则用于其特有的词义,表示“向(死者)致敬”或“志哀”。副词 δηλαδή(字面意为“显然”)在此具有暗示借口或表面理由的作用,意为“表面上是在悼念”或“假装表示敬意”。

引用这一段

希罗多德, 历史 §6.39.1-6.39.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.39.1-6.39.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。