§6.39.1τελευτήσαντος δὲ καὶ Στησαγόρεω τρόπῳ τοιῷδε, ἐνθαῦτα Μιλτιάδεα τὸν Κίμωνος, Στησαγόρεω δὲ τοῦ τελευτήσαντος ἀδελφεόν, καταλαμψόμενον τὰ πρήγματα ἐπὶ Χερσονήσου ἀποστέλλουσι τριήρεϊ οἱ Πεισιστρατίδαι, οἵ μιν καὶ ἐν Ἀθήνῃσι ἐποίευν εὖ ὡς οὐ συνειδότες δῆθεν τοῦ πατρὸς Κίμωνος αὐτοῦ τὸν θάνατον, τὸν ἐγὼ ἐν ἄλλῳ λόγῳ σημανέω ὡς ἐγένετο.
When Stesagoras had also died in this manner, the Pisistratidae then dispatched Miltiades, the son of Cimon and brother of the deceased Stesagoras, in a trireme to the Chersonese to take control of affairs. They had treated him well in Athens, pretending as if they had no knowledge of the death of his father Cimon—how that death came about, I shall make clear in another part of my history.
§6.39.2Μιλτιάδης δὲ ἀπικόμενος ἐς τὴν Χερσόνησον εἶχε κατʼ οἴκους, τὸν ἀδελφεὸν Στησαγόρεα δηλαδὴ ἐπιτιμέων.
Miltiades, on arriving in the Chersonese, kept himself indoors, ostensibly to show respect for his brother Stesagoras.
οἱ δὲ Χερσονησῖται πυνθανόμενοι ταῦτα συνελέχθησαν ἀπὸ πασέων τῶν πολίων οἱ δυναστεύοντες πάντοθεν, κοινῷ δὲ στόλῳ ἀπικόμενοι ὡς συλλυπηθησόμενοι ἐδέθησαν ὑπʼ αὐτοῦ.
When the Chersonesians heard of this, the ruling men from all the cities gathered from every side, and having come in a body to offer their condolences, they were bound and imprisoned by him.
Μιλτιάδης τε δὴ ἴσχει τὴν Χερσόνησον, πεντακοσίους βόσκων ἐπικούρους, καὶ γαμέει Ὀλόρου τοῦ Θρηίκων βασιλέος τὴν θυγατέρα Ἡγησιπύλην.
Thus Miltiades held the Chersonese, maintaining five hundred mercenaries, and married Hegesipyle, the daughter of Olorus, the king of the Thracians.