§6.38.1οὗτος μὲν δὴ διὰ Κροῖσον ἐκφεύγει, μετὰ δὲ τελευτᾷ ἄπαις, τὴν ἀρχήν τε καὶ τὰ χρήματα παραδοὺς Στησαγόρῃ τῷ Κίμωνος ἀδελφεοῦ παιδὶ ὁμομητρίου.
他确实因克罗伊索斯而免于一死,但随后便无嗣而终,将统治权和财产传给了他同母兄弟奇蒙的儿子斯特萨哥拉斯。
καί οἱ τελευτήσαντι Χερσονησῖται θύουσι ὡς νόμος οἰκιστῇ, καὶ ἀγῶνα ἱππικόν τε καὶ γυμνικὸν ἐπιστᾶσι, ἐν τῷ Λαμψακηνῶν οὐδενὶ ἐγγίνεται ἀγωνίζεσθαι.
在米提亚德死后,赫尔松涅斯人按照对待建国者的习俗向他献祭,并设立了马术和体育竞技会,而在这些竞技会中,绝不允许任何兰普萨科斯人参加。
§6.38.2πολέμου δὲ ἐόντος πρὸς Λαμψακηνοὺς καὶ Στησαγόρεα κατέλαβε ἀποθανεῖν ἄπαιδα, πληγέντα τὴν κεφαλὴν πελέκεϊ ἐν τῷ πρυτανηίῳ πρὸς ἀνδρὸς αὐτομόλου μὲν τῷ λόγῳ πολεμίου δὲ καὶ ὑποθερμοτέρου τῷ ἔργῳ.
与兰普萨科斯人的战争仍在继续进行,斯特萨哥拉斯也无嗣而终,他在公会堂中被一个口头上自称是逃亡者、实际上却是敌人且极其暴烈的人用斧头砍中头部而死。