§6.28.1ἐνθεῦτεν δὲ ὁ Ἱστιαῖος ἐστρατεύετο ἐπὶ Θάσον ἄγων Ἰώνων καὶ Αἰολέων συχνούς.
此后,希斯提亚埃乌斯率领众多的伊奥尼亚人和埃奥利斯人,对萨索斯发动了军事行动。
περικατημένῳ δέ οἱ Θάσον ἦλθε ἀγγελίη ὡς οἱ Φοίνικες ἀναπλέουσι ἐκ τῆς Μιλήτου ἐπὶ τὴν ἄλλην Ἰωνίην.
当他包围萨索斯时,有消息传给他,说腓尼基人正从米利都扬帆北上,前往伊奥尼亚的其他地方。
πυθόμενος δὲ ταῦτα Θάσον μὲν ἀπόρθητον λείπει, αὐτὸς δὲ ἐς τὴν Λέσβον ἠπείγετο ἄγων πᾶσαν τὴν στρατιήν.
得知此事后,他没有攻陷萨索斯便撤兵离去,自己则率领全军急忙赶往莱斯博斯。
§6.28.2ἐκ Λέσβου δὲ λιμαινούσης οἱ τῆς στρατιῆς πέρην διαβαίνει, ἐκ τοῦ Ἀταρνέος ὡς ἀμήσων τὸν σῖτον τόν τε ἐνθεῦτεν καὶ τὸν ἐκ Καϊκου πεδίου τὸν τῶν Μυσῶν.
然而,由于他的军队在莱斯博斯面临饥荒,他便渡海到对岸,企图从阿塔尔内乌斯收割庄稼,即收割该地以及米西亚人所有的凯科斯平原上的庄稼。
ἐν δὲ τούτοισι τοῖσι χωρίοισι ἐτύγχανε ἐὼν Ἅρπαγος ἀνὴρ Πέρσης στρατηγὸς στρατιῆς οὐκ ὀλίγης·
在这些地区,碰巧有波斯将领哈尔帕戈斯率领着一支为数不少的军队驻扎在此。
ὅς οἱ ἀποβάντι συμβαλὼν αὐτόν τε Ἱστιαῖον ζωγρίῃ ἔλαβε καὶ τὸν στρατὸν αὐτοῦ τὸν πλέω διέφθειρε.
他在希斯提亚埃乌斯登陆时与其交战,活捉了希斯提亚埃乌斯本人,并消灭了他的大部分军队。