§6.29.1ἐζωγρήθη δὲ ὁ Ἱστιαῖος ὧδε.
希斯提亚埃乌斯是这样被活捉的。
ὡς ἐμάχοντο οἱ Ἕλληνες τοῖσι Πέρσῃσι ἐν τῇ Μαλήνῃ τῆς Ἀταρνείτιδος χώρης, οἳ μὲν συνέστασαν χρόνον ἐπὶ πολλόν, ἡ δὲ ἵππος ὕστερον ὁρμηθεῖσα ἐπιπίπτει τοῖσι Ἕλλησι.
当希腊人在阿塔尔内乌斯地区的马莱内与波斯人交战时,他们(步兵)坚守了很长时间,但骑兵随后发起冲锋,袭击了希腊人。
τό τε δὴ ἔργον τῆς ἵππου τοῦτο ἐγένετο, καὶ τετραμμένων τῶν Ἑλλήνων ὁ Ἱστιαῖος ἐλπίζων οὐκ ἀπολέεσθαι ὑπὸ βασιλέος διὰ τὴν παρεοῦσαν ἁμαρτάδα φιλοψυχίην τοιήνδε τινὰ ἀναιρέεται· §6.29.2ὡς φεύγων τε κατελαμβάνετο ὑπὸ ἀνδρὸς Πέρσεω καὶ ὡς καταιρεόμενος ὑπʼ αὐτοῦ ἔμελλε συγκεντηθήσεσθαι, Περσίδα γλῶσσαν μετεὶς καταμηνύει ἑωυτὸν ὡς εἴη Ἱστιαῖος ὁ Μιλήσιος.
这正是骑兵的功劳,当希腊人败退时,希斯提亚埃乌斯希望由于自己目前的过错,国王不至于处死他,于是表现出如下对生命的眷恋:当他在逃跑中被一个波斯人追上,并被其按倒、即将被刺死时,他改用波斯语,表明了自己的身份,说自己就是米利都的希斯提亚埃乌斯。