§6.28.1ἐνθεῦτεν δὲ ὁ Ἱστιαῖος ἐστρατεύετο ἐπὶ Θάσον ἄγων Ἰώνων καὶ Αἰολέων συχνούς.
From there Histiaeus set out on an expedition against Thasos, leading many of the Ionians and Aeolians.
περικατημένῳ δέ οἱ Θάσον ἦλθε ἀγγελίη ὡς οἱ Φοίνικες ἀναπλέουσι ἐκ τῆς Μιλήτου ἐπὶ τὴν ἄλλην Ἰωνίην.
But as he was besieging Thasos, word came to him that the Phoenicians were sailing up from Miletus against the rest of Ionia.
πυθόμενος δὲ ταῦτα Θάσον μὲν ἀπόρθητον λείπει, αὐτὸς δὲ ἐς τὴν Λέσβον ἠπείγετο ἄγων πᾶσαν τὴν στρατιήν.
On hearing this, he left Thasos uncaptured and himself hastened to Lesbos, leading his whole army.
§6.28.2ἐκ Λέσβου δὲ λιμαινούσης οἱ τῆς στρατιῆς πέρην διαβαίνει, ἐκ τοῦ Ἀταρνέος ὡς ἀμήσων τὸν σῖτον τόν τε ἐνθεῦτεν καὶ τὸν ἐκ Καϊκου πεδίου τὸν τῶν Μυσῶν.
But because his army was suffering from hunger in Lesbos, he crossed to the opposite mainland, intending to reap the grain from Atarneus, both the grain from there and that from the plain of Caicus, which belonged to the Mysians.
ἐν δὲ τούτοισι τοῖσι χωρίοισι ἐτύγχανε ἐὼν Ἅρπαγος ἀνὴρ Πέρσης στρατηγὸς στρατιῆς οὐκ ὀλίγης· ὅς οἱ ἀποβάντι συμβαλὼν αὐτόν τε Ἱστιαῖον ζωγρίῃ ἔλαβε καὶ τὸν στρατὸν αὐτοῦ τὸν πλέω διέφθειρε.
In these places there happened to be Harpagus, a Persian, general of a large army, who, joining battle with him as he landed, took Histiaeus himself alive and destroyed the greater part of his army.